Thesauros Edebiyat military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
2.2 αἱρεθεὶς δʼ ὁ στρατηγὸς ἔστω χρηστός, εὐπροσήγορος, ἕτοιμος, ἀτάραχος, μὴ οὕτως ἐπιεικὴς ὥστε καταφρονεῖσθαι, μήτε φοβερὸς ὥστε μισεῖσθαι, ἵνα μήτε ταῖς χάρισιν ἐκλύσῃ τὸ στρατόπεδον μήτε τοῖς φόβοις ἀλλοτριώσῃ.
2.3 λοχαγοὺς δὲ καθιστάτω καὶ ταξιάρχους καὶ χιλιάρχους, καὶ εἴ τινων ἄλλων ἡγεμόνων προσδεῖν αὐτῷ δόξαι, τοὺς εὐνουστάτους τῇ πατρίδι, πιστοτάτους, εὐρωστοτάτους, ἔνθεν δʼ οὐδὲν ἂν κωλύοι καὶ τοὺς εὐπορωτάτους καὶ τοὺς εὐγενεστάτους·
2.4 οὐ γάρ, ὡς ὀλίγους αἱρουμένους στρατηγοὺς ἐκ τρόπου δοκιμάσαι ῥᾷον, κἂν ἀπῇ ὁ τῶν χρημάτων μετʼ εὐγενείας ὄγκος, οὕτως που καὶ λοχαγῶν καὶ ταξιαρχῶν πλῆθος.
2.5 ὅθεν τὸ μὲν εὐγενὲς ἐπὶ τούτων προκριτέον εἰς πρόχειρον ἐν ὀξεῖ καιρῷ δοκιμασίαν, τὸ δὲ ἐν εὐπορίᾳ, ἐπειδὴ ἀναλῶσαί τε καὶ δοῦναι στρατιώταις οἱ ἐκ περιουσίας δυνατοί, χορηγία δʼ ἀπὸ τῶν ἡγουμένων ὀλίγη πρὸς τοὺς ὑποταττομένους εὐνούστερα παρασκευάζει τὰ πλήθη· καὶ. ἀσφαλεῖς αἱ μειζόνων πίστεις πραγμάτων τοῖς περὶ πλειόνων κινδυνεύουσιν, εἰ μὴ πάνυ τὸ πιστόν, ὡς ἂν εἰ στρατηγοῖ τις, ἐκ τοῦ τρόπου παρέχοιτο.

Περὶ τοῦ ἔχειν τὸν στρατηγὸν βουλευτάς

3.1 Αἱρείσθω δὲ ἤτοι συνέδρους, οἳ μεθέξουσιν αὐτῷ πάσης βουλῆς καὶ κοινωνήσουσι γνώμης αὐτοῦ οἱ τούτου εἵνεκα ἀκολουθήσοντες, ἢ ἐξ αὐτῶν τῶν ἡγεμόνων τοὺς ἐντιμοτάτους μεταπεμπόμενος συνεδρευέτω, ὡς, ἅ γέ τις ἂν ἐννοήσῃ μὲν μόνος, ὡς τὰ αὑτοῦ, οὐ βεβαίως οἰκειοῦται.
3.2 γνώμη γὰρ ἡ μὲν ἀνεπικούρητος μονουμένη παπταίνει περὶ τὴν ἰδίαν εὕρεσιν, ἡ δὲ ὑπὸ τῶν πέλας ἐπιμαρτυρηθεῖσα πιστοῦται τὸ μὴ σφαλερόν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi