Thesauros Edebiyat military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
42.22 εἰ μέντοι μνησικάκως ἔχοι τοῖς ἡττημένοις στρατηγός, μὴ παρὰ τούτοις οἰέσθω τι φέρεσθαι βλάβος, ὅτι τοὺς ἐντυγχάνοντας μὴ εὐθὺς κτενοῦσι· σχολῇ γὰρ βουλεύσεται μετὰ τοῦ ἀκινδύνου τὴν ἄμυναν ἀνανταγώνιστον ἔχων, τί χρὴ διαθεῖναι τοὺς ἑαλωκότας. θ. Τὸν λιμῷ μέλλοντα πόλιν αἱρήσειν τοὺς κατὰ τὴν χώραν ἀσθενεῖς εἰς αὐτὴν χρὴ πέμπειν
42.23 Εἰ δὲ τὴν κατὰ κράτος ἀπεγνωκὼς ἐκπόρθησιν εἰς χρόνιον καταβαίνοι πολιορκίαν οἰόμενος λιμῷ πιέσας τὴν πόλιν αἱρήσειν, ἅ τινα ἂν ἐπὶ τῆς χώρας ἔτι καταλάβῃ σώματα, τούτων τὰ μὲν ἐρρωμένα καὶ ἀκμάζοντα ταῖς ἡλικίαις εἰς ἄμυναν πολέμου λαβών, ὅ τι περ ἂν αὐτῷ δόξῃ, διαθέσθω, γύναια δὲ καὶ παιδάρια καὶ ἀσθενεῖς ἀνθρώπους καὶ γεγηρακότας ἑκὼν εἰς τὴν πόλιν ἀποπεμπέτω· ταῦτα γὰρ ἄχρηστα μὲν εἰς τὰς πράξεις ἔσται, τὰς δὲ παρεσκευασμένας τοῖς ἔνδον τροφὰς θᾶττον συναναλώσει, καὶ πολεμίων μᾶλλον ἢ φιλίων ἐφέξει τρόπον. ι. Ὁποῖον εἶναι χρὴ τὸν στρατηγὸν μετὰ τὴν νίκην
42.24 Εἰ δέ τῳ πάντα κατὰ δαίμονα καὶ νοῦν χωρήσειεν, ὥστε τοῖς ὅλοις ἐπιθεῖναι τοῦ πολέμου πράγμασι τέλος, ἔστω μὴ βαρὺς ἐπὶ ταῖς εὐπραγίαις, ἀλλʼ εὔφορτος, μηδὲ τύφον ἀπηνῆ περιφέρων, ἀλλʼ εὐμένειαν προσφιλῆ ἔχων· ὁ μὲν γὰρ φθόνον ἐγέννησε, αὕτη δὲ ζῆλον ἐπεσπάσατο.
42.25 φθόνος μὲν οὖν ἐστιν ὀδύνη τῶν πρὸς τοὺς πέλας ἀγαθῶν, ζῆλος δὲ μίμησις τῶν παρʼ ἄλλοις καλῶν, τοσοῦτόν τε διενήνοχεν ἀλλήλων, ὥστε τὸ μὲν φθονεῖν εὐχὴν εἶναι τοῦ καὶ παρʼ ἄλλῳ τι καλὸν μὴ εἶναι, τὸ δὲ ζηλοῦν ἐπιθυμίαν τῆς τῶν ἴσων κτήσεως.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi