42.12
τοὺς μέντοι πολιορκουμένους, μηδʼ ἂν πάνυ πολλοὶ τυγχάνωσιν, οἰέσθω τις τὸ αὐτὸ στρατήγημα ἀντεισοίσεσθαι τὸ γὰρ κινδυνεῦον, οὐδʼ ἂν ἐπιτρέπῃ τις, ὕπνῳ χαρίζεσθαι βούλεται· φόβῳ γὰρ τοῦ δεινοῦ, παρʼ ὃν ἀναπαύεται χρόνον, ὡς ἁλωσομένης τῆς πόλεως ἐγρήγορε· καὶ τὸ πολιορκούμενον, κἂν ὀλίγον ᾖ τὸ πολιορκοῦν αὐτό, πασσυδὶ προσαμύνει, καὶ πᾶν ὅσον ἐντειχίδιόν ἐστι κεκίνηται, ὅτι καὶ τὸ μέλλον φοβερώτερον, ὡς, εἰ παρὰ μικρὸν ἀμελήσαιεν, ἀπολούμενοι πάντες.
42.13
ὅθεν δὴ πᾶσα ἀνάγκη τρυχομένους αὐτοὺς καὶ μηδὲ μίαν ὥραν ἀνάπαυλαν ἴσχοντας, ἀλλὰ καὶ ἀγρυπνίαις καὶ πόνοις κάμνοντας, εἶτα καὶ πρὸς τὰ μέλλοντα τεταλαιπωρηκότας ἀσθενέστερον τοῖς σφετέροις προσαμύνειν ἢ τοὺς δεησομένους καὶ παραδώσοντας τὴν πόλιν ἐκπέμπειν. ε. Πῶς χρὴ τὸν στρατηγὸν ἀναπαύεσθαι
42.14
Αὐτὸς οὖν ὁ στρατηγός, ἴσως φήσει τις, ἐξ ἀδάμαντος ἢ σιδήρου κεχάλκευται μόνος ἄγρυπνος ἑστὼς ἐπὶ τοῖς αὐτοῖς ἔργοις; οὐ δῆτα· ἀλλὰ παρʼ ὃν ἀναπαύεται χρόνον — οὗτος δ’ ὀλίγος ἔστω καὶ σύντομος —, ἕνα τῶν ἐν δόξῃ πιστοτάτων καὶ ἀνδρειοτάτων ἡγεμόνα τῶν καὶ τὰ δεύτερα τῆς στρατηγικῆς ἀρχῆς ἐχόντων ἐπιστησάτω τοῖς ἔργοις. ς. Πῶς τὰ δοκοῦντα τῆς πόλεως μέρη ἀνάλωτα εἶναι πολλάκις εὐάλωτα γίγνεται
42.15
Ἐνίοτε δὲ τὰ δοκοῦντα μέρη πόλεως εἶναι κρημνώδη καὶ πέτραις ἀποτόμοις ὠχυρωμένα τῶν διὰ χειρὸς ἀνεστηκότων τειχῶν ἔδωκε τοῖς πολιορκοῦσιν ἀφορμὰς μείζονας εἰς τὸ νικᾶν· εἴωθεν γάρ πως ὡς τὰ πολλὰ τὰ τοιαῦτα τῶν πόλεων, ὅσα φύσει πιστεύεται τὸ ἐρυμνόν, ἀφυλακτεῖσθαι καὶ ἥκιστα φροντίδι παραγρυπνεῖσθαι στρατιωτῶν.