42.7
Εἰ δʼ ἐν τάχει σπεύδοι τις ἐξελεῖν φρούριον ἢ πόλιν ἢ χάρακα καὶ αὐτῷ κάμνοι ἡ δύναμις μηδὲ μίαν ὥραν ἀποστῆναι βουλομένῳ τῶν ἐρυμάτων, εἰς τάγματα διελὼν τὸ στράτευμα, ὅσ’ ἂν ἱκανὰ εἶναί οἱ δοκῇ κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους καὶ κατὰ τὸ μέγεθος τῆς πολιορκουμένης πόλεως, νυκτὸς ἀρξάμενος εὐθὺς τῷ μὲν πρώτῳ προσβαλλέτω τάγματι τῷ δευτέρῳ κελεύσας ἐφεδρεύειν καὶ ἑτοίμῳ εἶναι, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ, καὶ εἰ τύχοι πέμπτον ὄν, παραγγελλέτω τρέπεσθαι κατὰ κοῖτον·
42.8
εἶτα, ὅταν τῷ πρώτῳ καταπειράσῃ τινὰ χρόνον, τούτους μὲν ἀνακαλεσάμενος ἀποπεμπέτω κοιμησομένους, σημαινέτω δὲ τῷ δευτέρῳ προϊέναι τοῦ χάρακος, ὁ δὲ τρίτος ταγματάρχης ἀναστήσας ἐν τούτῳ καθοπλιζέτω τὸ ὑφʼ ἑαυτὸν τάγμα·
42.9
καὶ μετὰ τοὺς δευτέρους τὴν ἴσην ὥραν τοῖς πρώτοις ἀγωνίζεσθαι ἄξει τὸ τρίτον, κοιμάσθω δὲ τὸ δεύτερον τάγμα, μετὰ τοῦτο δʼ αὖ τὸ τέταρτον, εἶθʼ ἑξῆς τὸ πέμπτον, ἐν μέρει τῶν στρατιωτῶν ἀναπαυομένων.
42.10
ὁμοίως δʼ ἐπισυναπτούσης τῆς ἡμέρας οἱ πρῶτοι τῇ νυκτὶ προσβαλόντες ἕωθεν πάλιν πρῶτοι προσαγόντων· εἶθ̓ ὥρας, εἰ μὲν ἓξ εἴη τάγματα, δύο κινδυνεύσαντες, εἰ δὲ πέντε, δυσὶν ἔτι μικρὸν ἐπιθέντες, εἰ δὲ τέτταρα, τρεῖς, εἰ δὲ τρία, τέτταρας, ἀπιόντες ἀριστοποιείσθων, ἑξῆς δʼ οἱ μετʼ αὐτοὺς καὶ πάλιν οἱ μετὰ τούτους ἄχρι τῶν τελευταίων, ὥστε κύκλον τινὰ περιάγεσθαι.
42.11
τούτου γὰρ συμβαίνοντος ἀμφότερα ἂν γίγνοιτο· καὶ αἱ προσβολαὶ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἀδιάλειπτοι προσαχθήσονται, καὶ οἱ προσβάλλοντες ἀκμῆτες καὶ νεαροὶ τὰς ἀναπαύσεις ἐν μέρει ποιούμενοι μαχοῦνται.