35.4
Τοὺς δὲ αἰχμαλώτους, ἐὰν ὁ πόλεμος ἔτι συνεστὼς ᾖ, μὴ κτεινέτω, μάλιστα μὲν τῶν πρὸς οὕς ἐστιν ὁ πόλεμος, κἂν δοκῇ οἱ, τοὺς συμμάχους ἀναιρεῖν, ἥκιστα δὲ καὶ τοὺς ἐνδοξοτάτους καὶ λαμπροὺς παρὰ τοῖς πολεμίοις, ἐνθυμούμενος τὰ ἄδηλα τῆς τύχης καὶ τὸ παλίντροπον τοῦ δαιμονίου φιλοῦντος ὡς τὰ πολλὰ νεμεσᾶν, ἵνʼ εἴ τινων αὐτοὶ ἢ σωμάτων, ὧν πολὺς πόθος, ἢ φρουρίου κρατήσαιειν, ἱκανὰ ἀντικαταλλάγματα δοὺς ἔχῃ κομίσασθαι τὰ τῶν φιλίων, ἢ τότε γε μὴ βουλομένων ἐνδίκως εἰς ἴσον ἀμύνηται.
35.5
μετὰ δὲ τὰ κατορθώματα καὶ τοὺς κινδύνους ἐπιτρεπέσθων αὐτοῖς εὐωχίαι τε καὶ κλισίαι καὶ πόνων ἀνέσεις, ἵνʼ εἰδότες, οἷον τέλος ἐστὶ τοῦ μαχομένους νικᾶν, ὑπομένωσι τὰ δυσχερῆ πάντα πρὸ τοῦ νικᾶν.
36.1
α. Περὶ τοῦ θάπτειν τοὺς ἐν πολέμῳ ἀναιρουμένους Προνοείσθω δὲ τῆς τῶν νεκρῶν κηδείας, μήτε καιρὸν μήθʼ ὥραν μήτε τόπον μήτε φόβον προφασιζόμενος, ἄν τε τύχῃ νικῶν, ἄν τε ἡττώμενος· ὁσία μὲν γὰρ καὶ ἡ πρὸς τοὺς ἀποιχομένους εὐσέβεια, ἀναγκαία δὲ καὶ ἡ πρὸς τοὺς ζῶντας ἀπόδειξις.
36.2
ἕκαστος γὰρ τῶν στρατιωτῶν ὡς αὐτὸς ἀμελούμενος, εἰ πεσὼν ἔτυχεν, παρʼ ὀφθαλμοῖς ὁρῶν τὴν τύχην καὶ ὑπὲρ τοῦ μέλλοντος καταμαντευόμενος, ὡς οὐδʼ αὐτός, εἰ τεθναίη, ταφησόμενος ἐπαχθῶς φέρει τὴν ἀτύμβευτον ὕβριν. β. Περὶ τοῦ ἐπανορθοῦσθαι τὴν ἐλάττωσιν
36.3
Εἰ δὲ ἡττῷτο, παραμυθησάμενος τοὺς ἀνασωθέντας ἐκ τῆς μάχης ἐφεδρευέτω, καιρὸν ἔνθα που καὶ μᾶλλον οἰόμενος ἐπανορθώσασθαι τὴν ἐλάττωσιν.