29.2
ἀνατεινόντων δὲ κατὰ τὰς ἐφόδους ἀθρόοι, πρὶν εἰς χεῖρας ἐλθεῖν, ὑπὲρ τὰς κεφαλὰς μετέωρα τὰ ξίφη πρὸς τὸν ἥλιον θαμὰ παρεγκλίνοντες· ἐσμηγμέναι γὰρ αἰχμαὶ καὶ λαμπρὰ ξίφη καὶ ἐπάλληλα παραμαρμαίροντα πρὸς ἀνταύγειαν ἡλίου δεινὴν ἀστραπὴν πολέμου προεκπέμπει· καὶ ταυτὶ μὲν εἰ γίγνοιτο καὶ παρὰ τοῖς πολεμίοις, ἀντικαταπλήττειν ἀναγκαῖον, εἰ δὲ μή, προεκπλήττειν.
29.3
Ἐνίοτε δέ ποτε χρήσιμον ἐν καιρῷ μὴ φθάνειν ἐκτάττοντα τὴν δύναμιν, ἀλλὰ τέως ἐντὸς τοῦ χάρακος κατέχειν, ἄχρι ἂν κατοπτεύσῃ τὴν τῶν πολεμίων παράταξιν, ὁποία τίς ἐστι καὶ ὡς τέτακται καὶ ἐφʼ οἵων ἵσταται χωρίων.
30.1
Ὅτι δεῖ τὸν στρατηγὸν πρὸ τοῦ πολέμου συλλογίζεσθαι, τίς ὀφειλεῖ ὑπαντῆσαι κατὰ τὴν συμβολὴν τῷ δεῖνι καὶ τίς τῷ ἄλλῳ καὶ οὕτως καθεξῆς ἐξετάζειν τοὺς ἰδίους ἄρχοντας πρὸς τοὺς τῶν ἐναντίων Εἶτά που τότε συλλογισάμενον, τίνας τίσιν ἀντιτάττειν χρὴ καὶ τίνα τρόπον, ὥσπερ ἀγαθὸν ἰατρὸν προκατανοήσαντα νόσον σώματος ἀντεπάγειν τὰ ἀλεξήματα καὶ τὴν δύναμιν ἐκτάττειν, ὡς ἂν ἄριστʼ αὐτῷ δόξαι συμφέρειν· ἀναγκάζονται γὰρ οἱ στρατηγοὶ πολλάκις καὶ πρὸς τοὺς ὁπλισμοὺς τῶν ἐναντίων καὶ πρὸς τὰ ἔθνη καὶ πρὸς τὰ ἤθη τὰ ἴδια στρατεύματα κοσμεῖν καὶ παρατάττειν.
31.1
Περὶ τοῦ, ἐὰν οἱ ἐναντίοι προτερεύωσι τῷ ἱππικῷ, ἐκλέγεσθαι στενοὺς τόπους Ἱπποκρατούντων δὲ τῶν πολεμίων, ἐὰν ᾖ δυνατόν, ἐπιλεγέσθω χωρία τραχέα καὶ στενὰ καὶ παρʼ ὄρη, ἃ ἥκιστα ἱππάσιμα, ἢ φυγομαχείτω κατὰ δύναμιν, ἕως ἂν ἐπιτηδείους εὕρῃ τόπους καὶ τοῖς οἰκείοις ἁρμόζοντας πράγμασιν.