Thesauros Edebiyat military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
21.3 Ἀγχίνους μὲν στρατηγός τις πολλοὺς ὁρῶν τοὺς πολεμίους αὐτὸς ἐλάττοσι στρατιώταις μέλλων κινδυνεύειν ἐξελέξατο καὶ ἐπετήδευσε τοιούτων ἐπιτυχεῖν τόπων, ἐν οἷς ἢ παρὰ ποταμίαν ὀφρὺν ταξάμενος ἀπωθεῖται ταύτῃ τὴν κύκλωσιν τῶν πολεμίων, ἢ παρώρειαν ἐκλεξάμενος αὐτοῖς τοῖς ὄρεσιν ἀποκλείσει τοὺς ὑπερκεράσαι βουλομένους, ὀλίγους ἐπιστήσας ἐπὶ τῶν ὑψηλῶν τοὺς ἀποκωλύσοντας ὑπὲρ κεφαλὴν ἀναβάντας γίγνεσθαι τοὺς πολεμίους.
21.4 οὐ μὴν ἡ στρατηγικὴ φρόνησις ἐνταῦθα συλλαμβάνεται μόνον, ἀλλὰ καὶ ἡ τύχη· δεῖ γὰρ ἐπιτυχεῖν τοιούτων χωρίων· οὐ γὰρ αὑτῷ γε κατασκευάσασθαι δυνατὸν τοὺς τόπους· τῶν ὄντων μέντοι τοὺς ἀμείνους ἐκλέξασθαι καὶ τοὺς συνοίσοντας ἐννοῆσαι φρονίμου.
21.5 Πολλάκις δὲ εἰώθασιν οἱ μεγάλῃ δυνάμει καὶ πολυάνδρῳ κεχρημένοι μηνοειδὲς σχῆμα ποιήσαντες τῆς παρατάξεως ἐπιέναι, νομίζοντες ὅτι προσάγονται τοὺς πολεμίους καὶ κατʼ ἄνδρα βουλομένους συνάπτειν, εἶτα κατὰ τὸ ἡμικύκλιον εἰς ὁδὸν κυρτουμένους ἐναπολήψονται τῷ περιέχοντι κόλπῳ, τὰς ἰδίας κεραίας ἐπισυνάπτοντες ἀλλήλαις εἰς κύκλου σχῆμα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi