Thesauros Edebiyat military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
19.3 ἡ δὲ τῆς σφενδόνης ἄμυνα χαλεπωτάτη τῶν ἐν τοῖς ψιλοῖς ἐστιν· ὅ τε γὰρ μόλιβδος ὁμόχρους ὢν τῷ ἀέρι λανθάνει φερόμενος, ὥστʼ ἀπροοράτως ἀφυλάκτοις τοῖς τῶν πολεμίων ἐμπίπτειν σώμασιν, αὐτῆς τε τῆς ἐμπτώσεως σφοδρᾶς οὔσης καὶ ὑπὸ τοῦ ῥοίζου τριβόμενον τῷ ἀέρι τὸ βέλος ἐκπυρωθὲν ὡς βαθυτάτω δύεται τῆς σαρκός, ὥστε μηδʼ ὁρᾶσθαι, ταχὺ δὲ καὶ τὸν ὄγκον ἐπιμύειν.
20.1 Ὅπως δεῖ, ἐὰν ἀπορῇ ψιλῆς συμμαχίας ὁ στρατηγός, οἱ δὲ πολέμιοι εὐπορῶσιν, ἐπιφέρεσθαι αὐτοῖς Εἰ δὲ αὐτὸς μὲν ἐνδεὴς εἴη τῆς τῶν ψιλῶν συμμαχίας, οἱ δὲ πολέμιοι ταύτῃ πλεονεκτοῖεν, οἱ μὲν πρωτοστάται πυκνοὶ πορευέσθων ἔχοντες ἀνδρομήκεις θυρεούς, ὥστε σκέπειν ὅλα τὰ σώματα τοῖς μήκεσιν, οἱ δὲ μετὰ τούτους καὶ οἱ κατόπιν τούτων ἄχρι τῶν τελευταίων ὑπὲρ κεφαλῆς ἀράμενοι τοὺς θυρεοὺς τέως ἐχόντων, ἄχρι ἂν ἐντὸς γένωνται βέλους· οὕτως γάρ, ὡς εἰπεῖν, κεραμωθέντες οὐθὲν πείσονται δεινὸν ὑπὸ τῶν ἑκηβόλων.
20.2 εἰ δὲ παρʼ ἑκατέροις ἡ τῶν ψιλῶν εἴη βοήθεια, πρῶτοι πρὸ τῆς ἐκ χειρὸς μάχης ἀκροβολιζέσθων τοῖς ἀντιπάλοις, ἢ μετὰ τὴν συμπλοκὴν τῆς φάλαγγος ἐκ πλαγίων ἐπιθέοντες ἀποχρήσθων τοῖς βέλεσιν· συνελαύνονται γὰρ εἰς ὀλίγον καὶ οὐχ ἧττον θορυβοῦνται τοῖς τοιούτοις ἀμυντηρίοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi