10.14
Ἐὰν δʼ ἐπὶ τῶν αὐτῶν μένων εἰς ὄψιν ἔρχηταί ποτε τῷ τῶν πολεμίων στρατηγῷ, κοινολογησόμενος, ὡς αὐτὸς εἰπεῖν ἢ ἀκοῦσαί τι βουλόμενος, ἐκλεξάμενος τοὺς κρατίστους καὶ ἀξιοπρεπεστάτους τῶν νέων, εὐρώστους καλοὺς μεγάλους, ὅπλοις διαπρεπέσι κοσμήσας ἔχων περὶ αὑτὸν ἀπαντάτω· πολλάκις γὰρ τοιόνδε τὸ πᾶν ἀπὸ μέρους ὀφθέντος ἠλπίσθη, καὶ οὐκ ἐξ ὧν ἤκουσεν ὁ στρατηγὸς ἐπείσθη, τί δεῖ ποιεῖν, ἀλλʼ ἐξ ὧν εἶδεν ἐφοβήθη. ζ. Περὶ αὐτομόλων
10.15
Τῶν δὲ αὐτομόλων εἴ τινες ἢ καιρὸν ἀφικνοῦνται μηνύσοντες ἢ ὥραν ἐπιθέσεως, ἢ ὁδὸν ἐπαγγέλλονται καθηγήσασθαι καὶ διὰ σκοπῶν ἀοράτων τοῖς πολεμίοις ἄξειν, δήσας αὐτοὺς ἀγέτω, τοῦτο ποιῶν σφισι φανερόν, ὡς, ἐὰν μὲν ἀληθεύσωσι καὶ ἐπὶ σωτηρίᾳ καὶ νίκῃ πάντα ποιήσωσι τοῦ στρατεύματος, λύσει τέ σφας καὶ δωρεὰς δώσει καταξίους, ἐὰν δʼ ἐξαπατήσωσι καὶ ψεύσωνται τοῖς σφετέροις ἐγχειρίσαι βουλόμενοι τὸ στράτευμα, παρʼ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὄντες ἐν δεσμοῖς ὑπὸ τῶν κινδυνευόντων κατασφαγήσονται· πίστις γὰρ αὐτομόλου τι μηνύοντος αὕτη βεβαιοτάτη, τὸ μὴ αὐτὸν εἶναι τῆς αὑτοῦ ψυχῆς κύριον, ἀλλὰ τοὺς ὁδηγουμένους. η. Περὶ τοῦ ὁρᾶν καὶ τὴν τῶν πολεμίων παρεμβολήν