11.4
τῶν δὲ κατʼ ἐπαγωγὴν πορευομένων ποιεῖν ἔστιν ὄρθια ἑτεροστόμως μόνον, ὥστε τὸ μὲν ἔχει δεξιόν, τὸ δὲ λαιὸν στόμα· οὐ γὰρ οἷόν τε ἐπὶ τὰ αὐτὰ ἔχειν ἄμφω, οὐδὲν γὰρ διοίσει τῆς ὅλης τὰ κέρατα, διʼ ὃ καὶ τὰ πλάγια οὕτως μόνον συζευχθήσονται· κατʼ ἐπαγωγὴν γὰρ τὰ πλάγια ἢ ὁμοιοστόμως συντεθήσονται ἢ ἀμφιστόμως· τοῖς γὰρ οὐραγοῖς τοῦ ἡγουμένου τοτὲ μὲν οἱ λοχαγοί, τοτὲ δὲ οἱ οὐραγοὶ τοῦ ἑπομένου μεταταγήσονται.
11.5
καὶ τὰ λοξὰ δὲ συντιθέμενα διττὰς ἔχουσι διαφοράς· ἢ γὰρ λαιὸν ἐν λαιῷ τάττεται μέρει καὶ δεξιὸν ἐνδεξιῷ καὶ καλεῖται ἡ ὅλη κοιλέμβολος, ἢ ἀνάπαλιν καὶ λέγεται ἔμβολος, ὡς τὰ ὑποτεταγμένα σχήματα.
11.6
ἔστι δʼ ὅτε καὶ τετραμερίᾳ πορεύονται κατὰ ἀποτομὰς παντοχόθεν φυλαττόμενοι τοὺς πολεμίους καὶ γίνεται τετράπλευρον περίστομον τοτὲ μὲν ἑτερόμηκες, τοτὲ δὲ τετράγωνον, πανταχόθεν ἔχον στόματα ὡς τὸ ὑπογεγραμμένον.
11.7
ὅτʼ ἂν δὲ κατὰ πλείω μέρη πορεύωνται, ἢ ἐσπαρμένα συντάγματα πορεύσεται ἢ πεπλεγμένα· πεπλεγμένα δέ ἐστιν ὅτʼ ἂν λοξὰ πορεύηται ὐοειδῆ τὴν ὅλην ποιοῦντα φάλαγγα· ἐσπαρμένα δὲ ὁπότʼ ἂν κατὰ παραλληλόγραμμα μόναις ταῖς γωνίαις συνάπτοντα ἀλλήλοις, ταῖς δὲ πλευραῖς ἐπὶ τὸ πρόσω βλέποντα. καὶ ὁ τούτων δὲ τύπος ἐκ τῆς ὑπογραφῆς ἔσται φανερός· γένοιτο δʼ ἂν κατὰ τὸ εἰκὸς καὶ ἕτερα σχήματα πρὸς τὰς ἀνακυπτούσας ἁρμόζοντα χρείας.