Thesauros Edebiyat military Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Asclepiodotus
10.8 ἐκπερισπασμὸς δέ ἐστιν, ὅτʼ ἂν ἐκ τριῶν ἐπιστροφῶν ἐπὶ τὰ αὐτὰ συνεχῶν κινῆται τὰ συντάγματα εἰς τὸν ὄπιθεν τόπον καὶ τὴν εἰς λαιὸν ἐπιφάνειαν, καθάπερ ἔχει τὸ βμνξ, τοῦ μὲν βθκλ εἰς τοὔμπροσθεν κατὰ τὴν δεξιὰν κείμενον ἐπιφάνειαν, τοῦ δὲ κατὰ τὴν ἐξ ἀρχῆς θέσιν βαδγ εἰς τοὔπισθέν τε μεταπεσὸν καὶ τὴν ἀριστερὰν βλέπον ἐπιφάνειαν.
10.9 καὶ φανερόν, ὅτι τὸν ἐκπερισπασμὸν οὐ κατὰ ἀναστροφὴν ἀποκαθιστάνειν προσήκει—δεησόμεθα γὰρ τριῶν ἀναστροφῶν, ἵνα ἀποκαταστῇ, τῆς τε ἐπὶ τὸ βθκλ καὶ τῆς ἐπὶ τὸ βεζη καὶ ἔτι τῆς ἐπὶ τὸ βαδγ, —ἀλλὰ κατʼ ἐπιστροφὴν μίαν τὴν ἐπὶ τὸ δόρυ, διʼ ὅτι τὸ βαδγ τοῦ βμνξ τόπον μὲν ἔχει τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν. καλεῖται δὲ ἡ κατʼ ἐπιστροφὴν εἰς τὸ ἐξ ἀρχῆς ἀποκατάστασις ἐπικατάστασις.
10.10 ἡ μὲν οὖν πρώτη ἐπιστροφὴ καὶ ἡ τρίτη καλουμένη ἐκπερισπασμὸς μοναχῶς ἀποκαθίστανται, ἡ μὲν κατὰ ἀναστροφὴν μόνως ἡ βεζη, ἡ δὲ κατʼ ἐπιστροφὴν μόνως ἡ βμνξ· ἡ δὲ δὴ μέση τούτων ἡ βθκλ, ἣν καὶ περισπασμὸν καλοῦμεν, διχῶς ἀποκαθίσταται, διʼ ὅτι ἡ κατὰ ἀναστροφὴν κίνησις αὐτῆς ἴση ἐστὶ τῇ κατʼ ἐπιστροφήν· δύο γὰρ ἀναστροφαῖς ἀποκαταστήσεται τῇ τε εἰς τὸ βεζη καὶ τῇ εἰς τὸ βαδγ, καὶ δύο ἐπιστροφαῖς ἐπικαταστήσεται, τῇ τε εἰς τὸ βμνξ καὶ τῇ εἰς τὸ βαδγ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi