Thesauros Edebiyat military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
7.3 ἐπειδὰν δὲ τούτοις σημανθῇ ἀπιέναι, οὕτως τοῖς ἐν τῇ πόλει δειπνοποιεῖσθαι· τὸ δὲ τρίτον σημαίνειν εἰς φυλακὴν ἰέναι καὶ καθιστάναι.
7.4 ὡς δὲ δεῖ τοῦτο γίγνεσθαι καὶ ὡς αἴρειν τοὺς φρυκτούς, ἐν τῇ Παρασκευαστικῇ βίβλῳ πλειόνως εἴρηται. ὅθεν δεῖ τὴν μάθησιν λαμβάνειν, ἵνα μὴ δὶς περὶ τῶν αὐτῶν γράφειν συμβῇ.
8.1 Μετὰ δὲ ταῦτα εἰς τὴν χώραν προσδεχόμενον πλείω καὶ μείζω δύναμιν πολεμίων πρῶτον μὲν τὴν χώραν δυσεπίβολον εἶναι τοῖς πολεμίοις καὶ δυσστρατοπέδευτον καὶ δυσπροσπόριστον κατασκευάζειν καὶ τοὺς ποταμοὺς δυσδιαβάτους καὶ πλείους.
8.2 Πρός τε τὰς ἀποβάσεις τῶν πολεμίων εἰς τὰ ψαμμώδη καὶ στερεὰ ὅσα καὶ οἷα χρὴ κατασκευάζεσθαι δολώματα τοῖς ἀποβαίνουσι, τοῖς τε ἐν τῇ χώρᾳ καὶ τῇ πόλει λιμέσιν οἷα εἰς τούτους δεῖ φράγματα παρασκευάζεσθαι πρὸς τὸ μὴ εἰσπλεῖν ἢ τὰ εἰσπλεύσαντα μὴ δύνασθαι ἐκπλεῦσαι,
8.3 τά τε καταλιμπανόμενα ἐν τῇ χώρᾳ ἑκουσίως, εἰς χρείαν δὲ φέροντα τοῖς ἐναντίοις, οἷον πρὸς τειχοποιίαν ἢ σκηνοποιίαν ἢ ἄλλην τινὰ πρᾶξιν ὡς
8.4 δεῖ ἀχρεῖα ποιεῖν ἢ μὴ φθείροντα ἀφανίζειν τά τε βρωτὰ καὶ ποτὰ καὶ τὰ κατʼ ἀγροὺς ἔγκαρπα καὶ τὰ ἄλλα κατὰ τὴν χώραν, καὶ τὰ στάσιμα ὕδατα ὡς ἄποτα δεῖ ποιεῖν, τά τε ἱππάσιμα τῆς χώρας ὡς δεῖ ἄνιππα ποιεῖν,
8.5 περὶ μὲν οὖν τούτων πάντων ὧδε μὲν νῦν παραλείπεται, ὡς δεῖ ἕκαστον τούτων γίγνεσθαι, ἵνα μὴ καὶ ταύτῃ, λίαν πολλά, δηλῶται· γέγραπται δὲ τελέως περὶ αὐτῶν ἐν τῇ Παρασκευαστικῇ βίβλῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi