Thesauros Edebiyat military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
39.7 ἔστω δὲ ὁ μὲν βρόχος ὅπλου ὡς ἰσχυροτάτου, τὸ δὲ ἕλκον ἐπὶ δύο πήχεις ἅλυσις, τοῦ μὴ διατμηθῆναι· τὸ δʼ ἄλλο, ὅθεν ἕλκουσι, σχοίνου. ὅλος δὲ ἔσω κατακρέμαται καὶ ἀνασπᾶται ὅπλοις ἢ κηλωνείοις. οἱ δὲ πολέμιοι ἐὰν διατέμνειν ἐπιχειρῶσι, πρὸς ταῦτα πάλιν οἱ ἔσωθεν κηλωνείοις χρῶνται καθιέντες, ἵνα μὴ διατέμνηται· αἱ γὰρ ἁλύσεις πρὸς τὰ τοιαῦτα πραγματῶδες καὶ δυσμεταχείριστον, ἅμα δὲ καὶ ἀλυσιτελές.

Φυλακὴ πόλεως

40.1 Ἄν ᾖ ἡ πόλις μεγάλη καὶ μὴ ἱκανοὶ ὦσιν οἱ ἐν τῇ πόλει ἄνθρωποι περιίστασθαι ἐν κύκλῳ τὴν πόλιν, τοῖς δὲ ὑπάρχουσι θέλῃς αὐτὴν διαφυλάξαι, χρὴ τῆς πόλεως ὅσα ἂν ᾖ εὐπρόσοδα οἰκοδομεῖν ὕψη ἐκ τῶν ὑπαρχόντων, ἵνα, ἄν τινες τῶν πολεμίων ἢ λαθραίως ἢ βίᾳ ἀναβῶσιν, ἐν ἀπειρίᾳ γενόμενοι μὴ δύνωνται καταπηδᾶν ἀφʼ ὑψηλῶν, ἅμα παντάπασι μὴ ἔχοντες ὅπῃ καταβαίνωσιν. παρὰ δὲ τὰ ᾠκοδομημένα ἔνθεν καὶ ἔνθεν φυλασσόντων ἐκ τῶν ὑπαρχόντων ἀνθρώπων, ἵνα τοὺς καταπηδῶντας ἀπὸ τῶν ὑψηλῶν διαφθείρωσιν.
40.2 Διονύσιος δὲ πόλιν ὑποχείριον ποιησάμενος, ἀνδρῶν τῶν μὲν ἐν τῇ πόλει τεθνηκότων, τῶν δὲ πεφευγότων, ἠθέλησε κατασχεῖν· ἦν δὲ μείζων ἢ ὥστε ὑπʼ ὀλίγων φυλάσσεσθαι.
40.3 ἐπιμελητὰς μὲν οὖν τινὰς μετʼ ὀλίγων οὓς ἐνεδέχετο ἐπέστησε, τῶν δὲ ἐν τῇ πόλει τὰ μέγιστα δυναμένων τοῖς οἰκέταις συνῴκισεν τῶν δεσποτῶν τὰς θυγατέρας καὶ γυναῖκας καὶ ἀδελφάς· οὕτω γὰρ οὖν ᾤετο μάλιστα πολεμιωτάτους ἔσεσθαι τοῖς δεσπόταις καὶ αὑτῷ πιστοτέρους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi