Thesauros Edebiyat military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
31.18 διαμνημόνευε δʼ ἀφʼ ἧς ἂν πλευρᾶς ἄρξῃ τὸ ἄλφα καὶ τὰ ἐχόμενα ἅπερ ἐν ἑκάστῃ πλευρᾷ γέγραπται. μετὰ δὲ ταῦτα, ὅταν τινὰ θέλῃς ἐν αὐτοῖς τίθεσθαι λόγον, λίνον διείρειν, οἷον, ἐὰν θέλῃς Αἰνείαν δηλοῦν ἐν τῇ διέρσει τοῦ λίνου ἀρξάμενος ἐκ τῆς πλευρᾶς τοῦ ἀστραγάλου ἐν ᾗ τὸ ἄλφα ἐστίν, δίειρον, καὶ παρελθὼν τὰ ἐχόμενα τούτου παραγράμματα, ὅταν ἔλθῃς εἰς πλευρὰν οὗ τὸ ἰῶτά ἐστιν, δίειρον πάλιν, παρεὶς δὲ τούτου τὰ ἐχόμενα, ὅπου συμβαίνει τὸ νῦ εἶναι, δίειρον καὶ πάλιν παρεὶς τὰ ἐχόμενα τούτου, ὅπου τὸ εἶ ἐστιν, δίειρον τὸ λίνον, καὶ οὕτω τὰ ἐπίλοιπα τοῦ λόγου ἀντιγράφων ἔνειρε εἰς τὰ τρυπήματα,
31.19 ὥσπερ ὃ ἄρτι ἐθέμεθα ὄνομα. ἔσται οὖν περὶ τὸν ἀστράγαλον ἀγαθὶς λίνου τετολοπευμένη, δεήσει δὲ τὸν ἀναγιγνώσκοντα ἀναγράφεσθαι εἰς δέλτον τὰ δηλούμενα γράμματα ἐκ τῶν τρυπημάτων. ἀνάπαλιν δὲ γίγνεται ἡ ἔξερσις τῇ ἐνέρσει. διαφέρει δὲ οὐδὲν τὰ γράμματα ἀνάπαλιν γραφῆναι εἰς τὴν δέλτον· οὐδὲν γὰρ ἧττον γνωσθήσεται. καταμαθεῖν δὲ πλεῖον ἔργον ἐστὶν τὰ γεγραμμένα ἢ τὸ ἔργον αὐτὸ γενέσθαι.
31.20 εὐτρεπέστερον δʼ ἂν τοῦτο γίγνοιτο ξύλου ὡς σπιθαμιαίου τρυπηθέντος ὅσα γε τὰ στοιχεῖα τῶν γραμμάτων· ἔπειτα ὡσαύτως ἐνείρειν τὸ λίνον εἰς τὰ τρυπήματα. ὅπου δʼ ἂν εἰς τὸ αὐτὸ τρύπημα συμβῇ δὶς ἐνείρεσθαι, ὥσπερ τὸ αὐτὸ γράμμα δὶς ἐφεξῆς γράφεσθαι, προπεριελίξαντα τὸ λίνον περὶ τὸ ξύλον ἐνείρειν. γίγνοιτο δʼ ἂν καὶ ὥδε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi