Thesauros Edebiyat military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
27.15 Γενομένης δὲ ἡμέρας χρὴ τοὺς φύλακας μὴ εὐθὺ ἀφιέναι ἐκ τῶν φυλακείων πρὶν ἢ τὰ ἔξω προερευνηθέντα ἐμφανισθῇ καὶ καθαρὰ εἶναι πολεμίων· καὶ οὕτω ἀπιέναι τοὺς ἀπὸ τῶν φυλακῶν μὴ ἅμα πάντας ἀλλὰ κατὰ μέρη, ὅπως ἀεί τινες ἐπὶ τοῖς φυλακείοις διατελῶσιν.

Πυλωρικά

28.1 Προνοεῖσθαι δὲ καὶ τάδε ἐν φόβῳ οὔσης πόλεως. πύλας τὰς μὲν ἄλλας κεκλεῖσθαι, μίαν δὲ ἀνεῷχθαι ᾗ ἂν δυσπροσοδώτατον ᾖ τῆς πόλεως καὶ ἐπὶ πλεῖστον ἀπʼ αὐτῆς μέλλωσιν ὁρᾶσθαι οἱ προσιόντες,
28.2 καὶ ἐν ταύτῃ ἐκτομάδα, ἵνα σώματα μὲν ἀνθρώπων κατὰ τὴν ἐκτομάδα πυλίδα ἐξίῃ καὶ εἰσίῃ καθʼ ἕνα· οὕτω γὰρ ἂν ἥκιστά τις λανθάνοι αὐτομολῶν ἢ κατάσκοπος εἰσιών,
28.3 ἐάνπερ γε ᾖ ὁ πυλωρὸς νοηρός. πᾶσαν δὲ ἀνοίγεσθαι ὑποζυγίων ἕνεκεν καὶ ἁμαξῶν καὶ ἀγωγίμων ἐπισφαλές. καὶ ἐάν τι δέῃ εἰσενέγκασθαι σίτου ἢ ἐλαίου ἢ οἴνου ἐν τάχει ἢ τῶν ὁμοτρόπων τούτοις, ἁμάξαις ἢ σωμάτων πλήθει, ταῦτα δὲ χρὴ κατὰ τὰς ἐγγύτατα πύλας κομίζειν, καὶ οὕτως ἂν τάχιστα καὶ ῥᾷστα εἰσκομισθείη.
28.4 τὸ δʼ ὅλον μὴ ἀνοίγεσθαι πρωὶ πύλας ἀπροσκέπτως ἀλλʼ ὀψιαίτερον, ἔξω τε μηδένα ἀφίεσθαι πρὶν ἢ ἐξερευνῆσαι τὰ περὶ τὴν πόλιν· ἔτι τε μηδὲ πλοῖα κατὰ ταύτας ὁρμίζεσθαι ἀλλʼ ἀπωτέρω, ὡς ἤδη γε καὶ ἡμέρας πολλαὶ πράξεις ἀνοιχθεισῶν ἀμφοτέρων πυλῶν γεγόνασιν ἐπὶ τεχνασμάτων καὶ προφάσεων τοιῶνδε· γνωσθήσεται δὲ ἐφʼ ἑνὸς ἔργου πολλὰ παραπλησίως τούτῳ πραχθέντα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi