27.7
Εὐφράτας δέ, ὁ Λακώνων ἁρμοστὴς ἐπὶ Θρᾴκης, ἐπεὶ αὐτῷ πυκνὰ ἐγίγνοντο ἐν τῷ στρατεύματι τὰς νύκτας φόβοι, καὶ οὐκ ἠδύναντο ἄλλῳ τρόπῳ παῦσαι, τοιόνδε παρήγγειλεν εἰς νύκτα.
27.8
ὅταν τις θόρυβος γίγνηται, ἀνακαθίζειν αὐτοὺς εὐθὺς πρὸς τὰ ὅπλα ἐν τῇ εὐνῇ, ἀνίστασθαι δὲ μηδένα ὀρθόν· ἂν δέ τις ἴδῃ τινὰ ὀρθόν, παρήγγειλεν ἐν πᾶσιν, ὥσπερ πολεμίῳ τῷ ἐπαναστάντι χρῆσθαι.
27.9
διὰ γὰρ τὸν φόβον τοῦ παραγγελθέντος οὐδένα ᾤετο ἀμνημονήσειν. πρὸς δὲ τούτοις, ὅπως ἀληθῶς τὸ παράγγελμα μετὰ φόβου ᾖ, γενομένου τινὸς θορύβου ἐπλήγη τις τῶν σπουδαιοτέρων ἀνδρῶν οὐχὶ θανατηφόρον, τῶν δὲ φαύλων τινὰ ὥστε καὶ ἀποθανεῖν.
27.10
συμβάντος δὲ τούτου ὑπήκουσάν τε οἱ ἄνθρωποι καὶ εὐλαβούμενοι ἐπαύσαντο τῶν τε θορύβων καὶ τοῦ περιδεῶς ἐξανίστασθαι ἐκ τῶν κοιτῶν.
27.11
ἐπαύθη δὲ καὶ τοιῷδε τρόπῳ. στρατοπέδῳ θορυβουμένῳ νυκτὸς κηρύξας σιγὴν ὁ κήρυξ ἀνήγγειλεν τὸν μηνύσαντα τὸν ἀφέντα τὸν ἵππον δι’ ὃν ἦν τὸ θορυβηθῆναι δῶρον ἀργυρίου λήψεσθαι.
27.12
χρὴ δ̓, ἄν τι τοιοῦτον ἐν ταῖς νυξὶ πάσχῃ στράτευμα, καθʼ ἑκάστην φυλακὴν καθεστάναι ἑκάστου λόχου ἢ τάξεως ἐπὶ τοῖς κέρασι καὶ τοῖς μέσοις ἄνδρας οἳ προσέξουσιν ὅπως ἐάν τινα αἰσθάνωνται ἐκ τοῦ ὕπνου ἢ ἄλλως ἐρχόμενον θόρυβον, εὐθὺ ὁ παρὼν καθέξει καὶ κωλύσει αὐτίκα.
27.13
τοῦ δὲ ἄλλου πλήθους ἀπὸ συσσιτίου ἑκάστου ἄνδρα παραφυλάσσειν, ὅπως, ἐάν τις φόβος γένηται, οὗτοι δὴ εἰδότες τοὺς ματαίους φόβους καταπαύσωσι τοὺς παρʼ αὑτῷ ἕκαστος.
27.14
Αὐτὸν δὲ θορυβεῖν νυκτὸς τὸ τῶν ἐναντίων στράτευμα δαμάλεις τὰς ἀγελαίας μετὰ κωδώνων ἀφιέντα εἰς τὸ στρατόπεδον καὶ ἄλλα ὑποζύγια, οἶνον ποτίσαντα. Ἔγερσις