Thesauros Edebiyat military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
11.3 Χίου γὰρ μελλούσης προδίδοσθαι, τῶν ἀρχόντων τις, συμπροδιδοὺς καὶ ἀπατῶν τοὺς συνάρχοντας ἔπεισε λέγων, ὡς, ἐπειδὴ εἰρήνη εἴη, τοῦ τε λιμένος τὸ κλεῖθρον εἰς γῆν ἀνασπάσαντας ξηρᾶναι δεῖ καὶ πισσαλοιφῆσαι καὶ τὰ παλαιὰ τῶν νεῶν ἄρμενα ἀποδόσθαι, τῶν τε νεωρίων ἐπεσκευάσθαι τὰ στάζοντα καὶ τὴν ἐχομένην αὐτῶν στοὰν καὶ τὸν πύργον, ἐν ᾧ διῃτῶντο οἱ ἄρχοντες, ἐχόμενον τῆς στοᾶς, ἵνα ἐκ προφάσεως κλίμακες προπορισθῶσιν τοῖς μέλλουσι καταλαμβάνειν τὰ νεώρια καὶ τὴν στοὰν καὶ τὸν πύργον.
11.4 ἔτι δὲ συνεβούλευε καὶ τὸ πλῆθος τῶν τὴν πόλιν φυλασσόντων ἀπόμισθον ποιῆσαι, ἵνʼ ὡς ἐλάχιστον δῆθεν ἀνάλωμα τῇ πόλει ᾖ.
11.5 καὶ ἄλλα τούτοις ὁμότροπα λέγων ἔπεισε τοὺς συνάρχοντας ἅπερ ἔμελλεν τοῖς προδιδοῦσι καὶ ἐπιτιθεμένοις συνοίσειν πρὸς τὴν κατάληψιν· ὥστε ἀεὶ δεῖ προσέχειν τοῖς τὰ τοιαῦτα τελειοῦν σπουδάζουσιν.
11.6 ἅμα δὲ τοῦ τείχους ἐκδήσας κατεκρέμασε δίκτυα ἐλάφεια καὶ σύεια, ὡσεὶ ξηρᾶναι θέλων, καὶ ἄλλῃ ἱστία ἔξω τοὺς κάλους ἔχοντα· καθʼ ἅπερ ἐν νυκτὶ ἀνέβησαν στρατιῶται.
11.7 Πρὸς δὲ ἀντιστασιώτας τοιόνδε ἐπράχθη ἐν Ἄργει. μελλόντων γὰρ τῶν πλουσίων τὴν δευτέραν ἐπίθεσιν ἐπιτίθεσθαι τῷ δήμῳ καὶ ξένους ἐπαγομένων, ὁ τοῦ δήμου προστάτης, προαισθόμενος τὸ μέλλον, τῶν ἐπιθησομένων τινὰς τῶν ὑπεναντίων ὄντων τῷ δήμῳ ἄνδρας δύο προσποιησάμενος φίλους εἶναι ἀπορρήτους, πολεμίους αὑτῷ καθίστησιν αὐτοὺς καὶ ἐποίει κακῶς ἐν τῷ φανερῷ, σιγῇ δὲ τὰ ἐκ τῶν ἐναντίων βουλεύματα ἤκουεν παρʼ αὐτῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi