Thesauros Edebiyat military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
9.1 Ἄν δὲ θρασύνεσθαί τι ἐπιχειρῶσιν οἱ ἐπιόντες πρός σε, τάδε ποιητέον. πρῶτον μὲν χρὴ σώμασι τόπους τινὰς τῆς οἰκείας χώρας καταλαβεῖν, ἔπειτα ἐκκλησιάσαντα τοὺς αὑτοῦ στρατιώτας ἢ πολίτας ἄλλα τε προειπεῖν αὐτοῖς, ὡς ὑπαρχούσης τινὸς αὐτοῖς πράξεως εἰς τοὺς πολεμίους, καὶ ὅταν νυκτὸς σημάνῃ τῇ σάλπιγγι, ἑτοίμους εἶναι τοὺς ἐν τῇ ἡλικίᾳ, ἀναλαβόντας τὰ ὅπλα καὶ ἀθροισθέντας εἰς χωρίον ῥητὸν ἕπεσθαι τῷ ἡγουμένῳ.
9.2 διαγγελθέντων οὖν τούτων εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἢ τὴν πόλιν, δύνασαι ἀποτρέψαι ὧν ἐπιχειρῶσι πράσσειν.
9.3 τούτων δὲ οὕτω πραχθέντων τοῖς μὲν φιλίοις θάρσος ἐμποιήσεις ἐπιχειρῶν τι ἀλλʼ οὐ δεδιώς, τοῖς δὲ πολεμίοις φόβον ἐμπαρασκευάσεις, ὥστε ἐπὶ τῆς αὑτῶν ἠρεμεῖν.
10.1 Δεῖ δὲ καὶ τάδε παρηγγέλθαι τῶν πολιτῶν τοῖς κεκτημένοις ζεύγη ἢ ἀνδράποδα ὑπεκτίθεσθαι εἰς τοὺς προσοίκους, ὡς οὐκ εἰσαξόντων εἰς τὴν πόλιν.
10.2 οἷς δʼ ἂν μὴ ὑπάρξῃ ξενία παρʼ οὓς θήσονται, τοὺς ἄρχοντας δημοσίᾳ παρατίθεσθαι τοῖς προσοίκοις, παρασκευάζοντας δι’ ὧν σωθήσεται τὰ ὑπεκτιθέμενα. Κηρύγματα
10.3 Ἔπειτα κηρύγματα ποιεῖσθαι τοιάδε διά τινος χρόνου, φόβου καὶ ἀποτροπῆς τῶν ἐπιβουλευόντων ἕνεκεν. κατακομίζειν τὰ ἐλεύθερα σώματα καὶ τοὺς καρποὺς ἐν τῇ πόλει, τοῦ δὲ ἀνηκουστοῦντος ἐξουσίαν εἶναι τῷ βουλομένῳ ἀζήμια ἄγειν καὶ φέρειν τὰ ἐκ τῆς χώρας.
10.4 τάς τε ἑορτὰς κατὰ πόλιν ἄγειν, συλλόγους τε ἰδίους μηδαμοῦ μήτε ἡμέρας μήτε νυκτὸς γίγνεσθαι, τοὺς δὲ ἀναγκαίους ἢ ἐν πρυτανείῳ ἢ ἐν βουλῇ ἢ ἐν ἄλλῳ φανερῷ τόπῳ. μηδὲ θύεσθαι μάντιν ἰδίᾳ ἄνευ τοῦ ἄρχοντος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi