Thesauros Edebiyat medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Kitap 2

1 ἀτὰρ καὶ ὕδωρ τὸ ποτὸν ξὺν τῇσι ὀπώρῃσι ἑψείσθω. τροφαὶ δὲ, καὶ γάλα, καὶ ξὺν τῷδε σιτία, ἄμυλοι, χόνδροι, Ῥοφήματα. οἶνοι στύφοντες ἐς τὸν τοῦ στομάχου τόνον, ἀκρητέστεροι μᾶλλον, ἐς τὴν τῶν ἄλλων χυμῶν ἐξηέρωσίν τε καὶ διάνιψιν· ἁλμώδεσι γὰρ δίψος· οἶνος δὲ, στύφων θʼ ἅμα καὶ ψύχων, μεταβολῇ τε καὶ εὐκρασίῃ χρήσιμος· This word, or some other of similar import, is evidently required in this place, as Petit was the first to suggest. Ermerins does not hesitate to adopt it. ἐς δύναμιν δὲ κἢν οἶνος γλυκὺς, ὁκοῖον αἷμα ἔῃ, ἐς τὴν αὐτοῦ γένναν. φάρμακα ποικίλα τὰ ωὐτὰ, ἡ διὰ τῶν θηρίων, ἡ τοῦ Μιθριδάτεω, ἡ διὰ τῶν ὀπωρέων, τά τε ἄλλα ὁκόσα ὕδρωπος ὀνηϊστά. ἀτὰρ καὶ ἡ ξύμπασα δίαιτα καὶ ὁ βίος ωὐτός.

Κεφ. γ. Θεραπεία λιθιάσε ως καὶ ἑλκώσεως Νεφρῶν.

2 ἀμφὶ μὲν φλεγμασίης , καὶ αἱμορραγίης, καὶ ὁκόσα ὀξέως ἀπὸ νεφρῶν κτείνει, ἐν τοῖσι ὀξέσι γεγράφαται· ἀμφὶ δὲ ἑλκώσιο ς, ἠδὲ λίθων γενέσιος, ὁκόσα τὰ πολλὰ ξυναποθνήσκει πρεσβύτῃσι, μάλιστα νῦν γράφω· ἄγχιστα μὲν ἐς ἄκεσιν· εἰ δὲ μὴ, οἷσι ὅγε παρηγορήσεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi