Kitap 2
7
τροφὴ δὲ καθαρὴ, εὔχυμος, εὔπεπτος, ἁπλῆ· καὶ δίαιτα εὐκρινὴς πάντη, καὶ ἐν ὕπνοισι, καὶ περιπάτοισι, καὶ χώρῃσι· γυμνάσια, δρόμοι, καὶ ἀνειλήσιες , καὶ κωρυκοβολίαι· ἅπαντα ἀκάματα ξὺν ἐμμελεῖ ἐπιτάσι· ἔστω δὲ καὶ ἀναφώνησις, τοῦ πνεύματος γυμνάσιον τὸ καίριον. ἐσθὴς ἔστω καθαρὴ, οὐχ ὡς ὁρῆσθαι μοῦνον ἥδε, ἀλλʼ ὅτι καὶ τὰ πινόεντα ὀδαξώδεα τῷ δέρματι. πιπίσκειν ἀψινθίου τοῦ οἴνου νήστιας. ἄριστον δὲ ἄρτος ἐκ κριθῶν, καὶ τάριχος ὡραῖος, καὶ σμικρόν τι μαλάχης ἢ κράμβης ἡμίεφθον, ξὺν κυμίνου ἐμβάμματι· ἐς δὲ δεῖπνον, σταφυλίνου ἡ Ῥίζα, καὶ χόνδροι, ξὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι παλαίῳ τὴν μῖξιν, καὶ τὰ θαλάσσια, ὁκόσα τὴν γαστέρα ὑπολύει, τελλίνων ζωμοὶ, ὄστρεα, ἐχῖνοι καὶ τῶν ἰχθύων οἱ πετραῖοι· χερσαίων δὲ, τὰ θηρία, λαγώς, ἢ σῦς. πετεινῶν, πέρδικες πᾶσαι, φάσσαι, πελειάδες, καὶ ὁκόσα ἡ χώρη ἄριστα ἴσχει. ἀκροδρύων τὰ ὡραῖα· οἶνοι γλυκεῖς οἰνωδέων κρείσσονες. λουτρὰ φύσι θερμὰ, θειώδη · καὶ βίος ἐν ὕδασι μακρὸς, ἠδὲ καὶ θάλασσα, καὶ πλοῦς.