Kitap 2
6
εὐπόρως ὦν χρὴ τὴν κένωσιν ἐμποιέειν, τάμνοντα φλέβας τὰς ἐπʼ ἀγκῶνι, συχνὸν μὲν ἀφαιρέοντα , μὴ ἀθρόον δέ. ἀποσιτίη μὲν τὰ πρῶτα, ὀλιγοσι τίη δὲ αὖθις, ὅκως καὶ τοῖσι εἰσιοῦσι τὸ ἧπαρ κενεὸν ᾖ. χρὴ δὲ καὶ τοῖσι ἐπιθέτοισι διασκιδνάναι τὰ ἐν τῷ ἥπατι σταθέντα.The common reading, στάθεα, has no meaning. I have adopted the conjectural emendation of Wigan, in preference to στεριχθέντα, which is the reading of Ermerins. τέγξις μὲν ὦν ξὺν ἀλόῃ ἤ λίτρῳ· εἴρια πινόεντα οἰσύπῳ. χρέος ὦν ἐμψύξιος, οὕνεκα τῷ αἵματι αἴθεται τὸ ἧπαρ· θερμὸν γὰρ τὸ αἷμα. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσματα ἔμμεναι, ἀλήτων μὲν αἰρίνων, ἢ ἐρυσίμων, ἢ κριθῆς, καὶ λίνου σπέρματος· χυμῶν δὲ, οἴνου ὀξέος, μήλων τοῦ χυλοῦ, ἑλίκων τῆς ἀμπέλου, οἰνάνθης τῆς ὡραίης, ἢ τοῦ σὺν τῇδε λίπαος· πυρίη, σπόγγοισι καρποῦ δαφνῆς ἑψήματος, σχίνου, γλήχωνος, ἴριδος.