Kitap 1
8
ἐπὶ δὲ τῆς μετὰ ξυμπτώσιος συνάγχης, ἔσωθεν ἔξω ἄγειν πάντα, καὶ ὕγρὰ, καὶ θέρμην, καὶ σάρκα πᾶσαν, ὡς ἐξογκέῃ ἔξω τὸ πᾶν. ἔστωσαν ὦν θερμαὶ αἱ τέγξιες ξὺν πηγάνῳ καὶ ἀνήθῳ, ἐμπασσομ έν ου νίτρου· καὶ ἐπιπλάσμα τα ξὺν τουτέοισι τὰ πρόσθεν. ἀγαθὸν δὲ κηρωτὴν σὺν νίτρῳ καὶ σινήπι τιθέναι ἐς θερμασίην. θερμασίη δὲ ἡ ἐς τὰ ἔξω τὰ τοιάδε ἰῆται. ἀτὰρ ἠδὲ ἐξογκέει ἐς τὸν αὐχένα· ὄγκος δὲ περιπνευμονίης Ῥύεται ἐπαιωρεύμενος ἔξω· εἴσω δὲ τοῖσι συναγχι κοῖσι ὀλέθριον κακόν· ὁκόσοι δὲ ὑπʼ εὐλαβίης τῆς ἐπὶ τῆς συνάγχης πνιγὸς τὴν ἀρτηρίην ἔταμον ἐς ἄναπνοὴν, οὔ μοι δοκέουσι πείρῃ τὸ πρῆγμα πιστώσασθαι· ἥ τε γὰρ θερμασίη τῆς φλεγμασίης μέζων ἐκ τοῦ τρώματος γίγνεται καὶ προστιμωρέει τῇ πνιγὶ, καὶ βήσσουσι· ἢν δὲ καὶ ἄλλως ἐκφύγωσι τόνδε τὸν κίνδυνον, οὐ ξυνάγεται τοῦ τρώματος τὰ χείλεα. ἄμφω γὰρ χονδρώδεα καὶ ἀξύμφυτα.
Κεφ. η′. Θεραπεία τῶν κατὰ τῆν Κιονίδα παθῶν.