Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

5 ἢν δὲ πυρετοὶ ὀξέες ἔωσι καὶ ἡ ἄλλη νοῦσος σμικροτέρη τῶνδε φαίνηται, καὶ ἐς τὸν κίνδυνον οἵδε ξυνεπείγωσι, πρὸς τούσδε χρὴ τὴν δίαιταν καὶ τὴν ἄλλην θεραπείην ἁρμόζεσθαι. τροφῇσίτε ὦν τελέως λεπτῇσι, εὐπέπτοισι χρέεσθαι· καὶ τῇ εὐκαιρίῃ προσεκτέον νῦν μᾶλλον· καὶ τοὺς παροξυσμοὺς ὑποστέλλεσθαι ἐς πᾶσαν ἰητρείην, καὶ τὸ ξύμπαν τοῖσι πυρετοῖσι προσκέεσθαι χρή.
5 ἢν δὲ πρόσω προήκῃ χρόνῳ καὶ τὴν κεφαλὴν ἐν αἰτίῃ ἴσχῃ, σικύην χρῆ ἐς τὸ ἰνίον προσβάλλοντα, αἱμάσσειν ἀφειδέως. καὶ γὰρ φλεβοτομίης ὀνίνησι μᾶλλον, καὶ τὰς δυνάμιας οὐκ ἀφαιρέει. προτέρη δὲ μεσηγὺ τῶν ὠμοπλατέων κουφὴ τιθέσθω ἐς ἀντίσπασιν τῆς ἐν τῷ ἰνίῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi