Kitap 1
5
ἢν δὲ μὴ δοκέῃ τάμνειν φλέβα, ψύξιος πολλῆς καὶ νάρκης καὶ ἀναισθήσιος ἀμφισχούσης τὸν ἄνθρωπον, ὑποκλύζειν ἐς κένωσιν τοῦ πλήθεος τῶν ἐν τοῖσι ἐντέροισι (τὰ πολλὰ γὰρ ὑπʼ ἀδηφαγίης καὶ οἰνοφλυγίης παραπλῆγες γίγνονται), καὶ εἰς τὴν ἀντίσπασιν τῶν τὴν κεφαλὴν ἀμφεχόν των χυμῶν· ἔστω δὲ τὸ κλύσμα δριμὺ, καὶ φλεγμάτων καὶ χολῆς ἀγωγὸν, ὡς μὴ νίτρον ἔχειν μοῦνον, ἀλλὰ καὶ εὐφόρβιον, ὅσον ὁλκῆς τριώβολον, ἐς τόδε ξύνηθες πλῆθος τοῦ κλύσματος, καὶ κολοκυνθίδος τὸ ἐντός, ἢ κενταυρίου τῆς κόμης ἀφεψήματος εἰς ἔλαιον, ἧ ὕδωρ. ἄριστον δὲ κλύσμα καὶ τὸ τοιόνδε· τοῦ μέλιτος τῷ ξυνήθει πήγανον ξὺν τῷ λίπαϊ ἑψηθὲν, καὶ τερμίνθου τοῦ δένδρεος τῆς Ῥητίνης, καὶ ἁλῶν ἀντὶ νίτρου, καὶ ὑσσώπου ἐψήματος.