Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

3 ἢν δὲ ἀναφέρῃ μὲν ἤδη τὴν αἴσθησιν, βάρος μέν τι ἐπὶ τῆς κεφαλῆς, καὶ ἦχος, ἢ βόμβος ἔῃ, καὶ διὰ τοῦ στόματος ἄγειν φλέγμα, μαστίχην τὰ πρῶτα ἐς μάσησιν διδόντα, ὡς ξυνεχὲς ἀποπτύοι· ἔπειτα δʼ αὖθις ἀσταφίδος ἀγρίης, κόκκου τοῦ τῆς Κνίδου, πάντων δὲ μάλιστα σινήπιος, ὅτι τε ξύνηθες, ἀτὰρ ἠδὲ ὅτι τῶν ἄλλων μᾶλλον τόδε φλεγμάτων ἀγωγόν· κἢν μὲν καταπίῃτις ἑκὼν, ἱκανὸν μὲν τὰ ἐν τῷ στομάχῳ λῦσαι· δυνατὸν δὲ καὶ ὑγρῆναι γαστέρα καὶ φύσας ἀγαγεῖν· καὶ γάρ μοί κοτε ἐκ ξυντυχίης τάδε ξυνέβη, καταπιόντος τοῦ ἀνθρώπου κατὰ γνώμην τὴν ἐμήν· ἀγαθὴ δὲ διδάσκαλος ἡ πείρη· χρὴ δὲ καὶ αὐτὸν πειρῆν· εὐλαβίη γὰρ ἀπειρίη.
3 χρὴ δὲ καὶ τὴν κεφαλὴν μετὰ τὴν κουρὴν τὴν ἐν χρῷ, ἢν μὴ μέγα ἥδε ἀνύῃ, ξυρεῖν ἐς διαπνοήν· ἀτὰρ ἠδὲ ἐς φαρμάκω ν δριμέων χρίσιν, τοῦ διὰ τῆς λημνήστιδος, ἢ ἀδάρκην,In the text of all the mss. we read ὑδὰρ, which is evidently a monstrosity. Upon the whole, I think it most probable that the Adarce is meant (see Ed. Gr. Lexicon in voce). Ermerins expunges it altogether; and perhaps he does right; for λημνῆστις and ἀδάρκη were the same, or nearly the same, thing. ἢ θαψίην, ἢ σίνηπι ὑγρὸν ἐξ ὕδατος ξὺν ἄρτῳ διπλῷ ἐς τρύχνιον ἐγχρίσαντα ἐμπάσσειν τὴν κεφαλήν· φυλάξαν τα δὲ ἐς ὥρην μίην εὐκαιρίῃ σπόγγοισι θερμοῖσι πυριῆν.
3 οὐκ ἀνωφελὲς δὲ καὶ λούειν, ἤδη πάντων μὲν, ἢ τῶν γε πλείστων καὶ καιρίων τῶν ἐς τὴν νοῦσον λελυμένων. τῆς δὲ νωθείης μενούσης, εὖτε καὶ αἰώρης χρέος, καὶ τρίψιος, καὶ πάσης προσηνοῦς κινήσιος.

Κεφ. γ′. Μαρασμοῦ Θεραπεία.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi