Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Kitap 2

2 αἰτίη δὲ, ὀξεῶν νούσων τις ἀπέσκηψεν ἐς τόδε, καὶ ἐν κρίσι κρύβδην τὸ κακόηθες ἐγκατέλιπον αἱ νοῦσοι. οὐκ ἀδόκητον καὶ δηλητήριόν κοτε τήνδε τὴν αἰτίην ἴσχειν τῶν ὁκόσα κύστι καὶ νεφροῖσι ἐνσκήπτει· ἀτὰρ εἰ ἐδάκη τις ὑπὸ τῆς διψάδος, τοιήδε τοῦ ἕλκεος ἡ πάθη· διψὰς δὲ τὸ ἑρπετὸν θηρίον, ἢν δάκῃ τινὰ, ἄσχετον δίψος ἐξάπτει. πίνουσίτε ἄδην οὐκ ἐς δίψεος ἄκος, ἀλλʼ ἐς τὴν τῆς κοιλίης πλημμύραν ἀκορίῃ ποτοῦ· ἢν δὲ ἀλγέῃ τις περιτάσι τῆς κοιλίης, καὶ ἀχθέῃ, καὶ τὸ ὑγρὸν ἐπίσχῃ ἐς μικρὸν, αὖθις ἄδην πίνουσι διψῶντες, καὶ ἥδε τῶν κακῶν ἡ ἀμοιβή. συντιμωρέει γὰρ ἀλλήλοισι δίψος καὶ ποτόν. ἄλλοι δὲ οὐκ οὐρέουσι. οὐδέ τις ἄλλη τοῦ πινομένου διαπνοή. τοιγαροῦν ἀκορίῃ μὲν τοῦ ποτοῦ, πλημμύρῃ δὲ ὑγροῦ, περιτάσι δὲ τῆς κοιλίης, ἐξερράγησαν ἀθρόως.

Κεφ. γ′. περὶ τῶν κατὰ τοὺς Νεφροὺς παθῶν.

3 νεφροὶ τὴν φυὴν μὲν ἀδενώδεες, χροιὴν δὲ ἐρυθρότεροι, ὁκοῖόν τι ἧπαρ, μᾶλλον ἢ μαζοὶ καὶ ὄρχιες. καὶ γὰρ καὶ οἵδε ἀδένες, ἀλλὰ λευκότεροι. σχῆμα δὲ διδύμοισι ἴκελοι, πλατέες μᾶλλον ἔασι ἅμα καὶ καμπύλοι. κοιλίαι δὲ σμικραὶ ἠθμοειδέες ἐς τὴν τῶν οὔρων διήθησιν. ἐκπεφύκασι δὲ ὀχετοὶ νευρώδεες, ὁκοῖόν τι αὐλοὶ ἀφʼ ἑκατέρου. ἐμπεφύκασι δὲ οἵδε τοῖσι ὤμοισι τῆς κύστιος ἑκάτερθεν. ἴση δὲ τῶν οὔρων ἀπὸ νεφρῶν ἡ ὁδὸς ἐς κύστιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi