Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Kitap 2

12 γίγνεται δὲ τὸ πάθος ἦρος μάλιστα καὶ θέρεος· ἡλικίῃσι δὲ, μειρακίοισι καὶ νέοισι. μάλιστα δὲ ὁκόσοισι ἡ φύσις ἐς ξυνουσίην ἐτοίμη· ὀξύτατον ἠδὲ ἀτερπὲς, ἠδὲ ἄκοσμον κακόν. τὰ πολλὰ γὰρ ἐν ἑβδόμῃ θνήσκουσι. λόγος δὲ ὅτι καὶ γυναῖκες πάσχουσι τοῦτο τὸ πάθος, καὶ ἥ τε ἐς τὰ ἀφροδίσια ὁρμὴ ὁμοίη καὶ τὰ λοιπὰ ξύμπαντα τὰ αὐτά· ἐγὼ δὲ μαχλοσύνην μὲν γυναιξὶ ὑγρῇσι πείθομαι γίγνεσθαι, ἐς ἔκχυσιν τοῦ πλήθεος τούτων· σατυρίησιν δὲ ἥκιστα. οὔτε γὰρ ἡ φύσις αὐτέων ἑτοίμη· ψυχρὴ γάρ· ἀλλʼ οὐδὲ μόρια ἐς ὀρθίησιν, ὅκωσπερ σάτυρος, ἴσχει γυνὴ, ὥσπερ τὸ πάθος ἐπώνυμον. οὐδὲ γὰρ οὐδὲ πνίγα τὴν ἀπὸ ὑστέρης νοσέουσι ἄνδρες, οὕνεκεν οὐκ ἴσχει ὑστέρην ἀνήρ.
← Önceki 34 / 34

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi