Kitap 2
8
ἀπὸ τῶν πυλέων τοῦ ἥπατος εὐρεῖα φλὲψ διαΐσσειμέση τῶν τοῦδε περάτων. ἀεὶ γὰρ ἐς λεπτὰ καὶ πλεῦνα σχιζομένη ἐπὶ τέλος ἐς ἀφανέα τῇσι ὄψισι πάντη τοῦ ἥπατος σκίδνατ αι· τοῖσι δὲ τουτέων πέρασι ἄλλων φλεβῶν περατώσιες κατὰ τὸ στόμα ξυγκέονται , αἵπερ ἐκ λεπτῶν καὶ πλεύνων μέζονες καὶ ἐλάσσονες γίγνονται· ἐπὶ τέλεος ἐν μέσῳ τῷ ἥπατι ἐς μίαν φλέβα μεγάλην συναγείρονται. ἐντεῦθεν δὲ δοιαὶ ἐξ ἀποσχίσιος γιγνόμεναι πέρην τοῦ ἥπατος ἀφικνέονται. ἡ μὲν γὰρ ἄνω τὸν πρῶτον λοβὸν διαπερήσασα ἐς τὰ κυρτὰ αὐτέου ἐξεφαάνθη· ἔπειτα περήνασα τὸ διάφραγμα ἐμφύνει τῇ καρδίῃ· κοίλη φλὲψ ἥδε καλέεται. ἡ δὲ ἑτέρη, τὸν κάτω λοβὸν τὸν πέμπτον διαπερήνασα μέχρι τῶν κυρτῶν, ἐπὶ τὴν Ῥάχιν ἔξεισι, καὶ τῇδε παρατέταται μέχρι τῶν ἰσχίων. ἀτὰρ καὶ ἥδε κοίλη. οὔνομα τὸ αὐτὸ, οὕνεκεν μία καὶ ὡυτή ἐστιν ἡ φλὲψ τὴν ἀρχὴν ἀπὸ τοῦ ἥπατος ἴσχουσα. εἰ γάρ τις ἐθέλοι, διελάσαι ἂν ἔλασμα καὶ ἀπὸ τῆς ἄνωθεν τῆς ἐπὶ τὴν καρδίην κοίλης φλεβὸς ἐς τὴν παρὰ τὴν Ῥάχιν, καὶ ἀπὸ τῆς Ῥάχεος διὰ τοῦ ἥπατος ἐπὶ τὴν καρδίην. ἄνοδος γὰρ ἡ αὐτή.
8
ἥδε οὖν ἡ φλὲψ, ὡς ἐγὼ δοκέω, ἡ ξύμπασα νοσέει ὀξέσι πάθεσι, καρτεροῖσι· μία γάρ ἐστι πᾶσα· μετεξετέροισι δὲ ἰητροῖσι μούνη δοκέει παρὰ τὴν Ῥάχιν νοσέειν, οὕνεκα τῆς ἐς τὴν καρδίην τὰ σημεῖα οὐ προφανέα. ἐντὸς γὰρ τοῦ θώρηκος διατέτα ται πρὸς οὐδὲν προσισχο μένη, ἀλλʼ ἐναιωρευμένη τῷ θώρηκι, ἔς τʼ ἂν ἀπὸ τοῦ διαφράγματος ἐμφύῃ τῇ καρδίῃ. ἢν οὖν τι μεγάλων κακῶν ἴσχῃ τήνδε τὴν φλέβα, ξυνέκρυψε ἀμπέχων ὁ θώρηξ.