Kitap 2
7
ὁκόσοι δὲ ἢ αἱμορραγίῃ, ἢ κοιλίης ταράχῳ πολλοῖσι χολώδεσι, ἢ οὔροισι ἀκρήτοισι συχνοῖσι τὸν ὄλεθρον διηλλάξαντο, τουτέοισι δὲ μετὰ τρεῖς ἑβδομάδας ἐς ἀπόστασιν πύου τὸ ἧπαρ τρέπεται· ἢν δὲ ἔτι πολλὸν ὑπερβάλλῃ χρόνον ἄνευ ἀποστάσιος, ἐς ὕδρωπα ἄφυκτον τελευτᾷ· διψαλέοι, βραχυπόται , ξηροὶ τὸ σκῆνος, ἀλιπέες. ὀξέων ἐπιθυμίη, ἄποιος ἡ γεῦσις.
7
τίκτει δὲ τόδε τὸ πάθος φθινόπωρον σὺν πλήθους ὡραίων, καὶ ποικίλων ἀπεψίη· ἡλικίη δὲ, πασέων μᾶλλον ἀκμή.Ermerins reads ἀκμαίη. But the common reading is quite in accordance with the usage of our author, and is retained by Ermerins himself in chap. x. of this book, near the end. It is, in short, an Attic anacoluthon, very common in the works of that age, such as those of aelian and Arrian.
Κεφ. η. περὶ τῆς κατὰ τὴν κοίλην φλέβα ὀξείης νούσου.