Kitap 2
5
φέρει μὲν τὸ πάθος ὥρη μὲν θέρεος, δεύτερον δὲ φθινόπωρον, ἦρἧσσον, χειμὼν ἥκιστα· ἡλικίαι δὲ, αἱ τῶν νέων καὶ ἀκμαζόντων· γῆρας ἥκιστα, παιδία δὲ τουτέων μᾶλλον, ἀλλʼ οὐ θανατώδεα.
Κεφ. ς. περὶ Εἱλεοῦ.
6
ἐντέροισι γίγνεται μὲν φλεγμονὴ, ὀδύνην ὀλεθρίην ἐμποιοῦσα. θνήσκουσι γὰρ μυρίοι στρόφοισι καρτεροῖσι· ἐγγίγνεται δὲ καὶ πνεῦμα ψυχρὸν, ἀργὸν, οὔτε κάτω περῆσαι Ῥηΐδιον οὔτε ἄνω ἀνελθέμεναι· μίμνει δὲ ἐπιπολὺ ἑλισσόμενον ἐν ὀλίγῃσι τῶν ἄνω ἑλίξεσι· τοὔνεκεν καὶ τὸ πάθος ἐπίκλησιν ἔσχεν εἵλεόν. κἢν πρὸς τοῖς στρόφοις δὲ καὶ πίεσις καὶ μάλθαξις τῶν ἐντέρων ἔῃ, καὶ πουλὺ τὸ ὑπογάστριον ὑπερίσχῃ, χορδαψὸς τὸ τοιοῦτόν ἐστι οὔνομα· ἕψησις μὲν γὰρ ἡ μάλθαξις· χορδὴ δὲ ἐντέρων ἐπώνυμον. καὶ γὰρ καὶ ἐπιχορδί δα τὸ μεσεντέριον ἐκίκλησκον οἱ πρόσθεν, τά τε μεσηγὺ νεῦρα καὶ τὰ ἀγγεῖα καὶ τοὺς ὑμένας τοὺς ἀνοχῆας τῶν ἐντέρων.