Kitap 2
2
ἢν δὲ ἀπὸ πλευρῆς, ξὺν βηχὶ μὲν, μέλαν δὲ καὶ λεῖον, κάκοδμον, βρωμῶδες, ὁκοῖον τῆς σηπεδόνος, πόνος τῆς πλευρῆς ὀξύς. πολλοὶ γοῦν θνήσκουσι πλευριτικὸν τρόπον ξὺν πυρετῷ.
2
ὥρη δὲ φέρει ὑγρὴ καὶ θερμή. τοιόνδε τὸ ὑγρὸν καὶ θερμὸν ἔαρ. δεύτερον τὸ θέρος· μετόπωρον ἧσσον, χειμὼν δὲ ἥκιστα· θνήσκουσι δὲ θέρους μὲν μάλιστα αἱμορραγίῃ· φλεγμοναὶ γὰρ οὐ κάρτα μεγάλαι γίγνονται τότε· ἔαρος δεύτερον, φλεγμον ῇ καὶ πυρετοῖσι καυσώδεσι. φθινοπώρῳ δὲ ὡς ἐπίπαν Ῥηϊδίως φθόαι γίγνονται.
2
ἀθρόον δὲ εἰρῆσθαι, ἐπὶ πάσῃ αἵματος ἀναγωγῇ, κἢν μικρὴ ἔῃ, κἢν ἤδη μεμύκῃ τὰ Ῥαγέντα, ἕπεται δυσθυμίη, δυσελπιστίη, ἀπόγνωσις τοῦ βίου. τίς γὰρ οὕτως εὐσταθὴς ὡς ὁρῆν μὲν ἑωυτὸν σφαγῇ ἴκελον πεπονθότα, μὴ ὀρρωδέῃ δὲ ἀμφὶ θανάτου; καὶ γὰρ καὶ τὰ μέζω τῶν ζῴων καὶ τὰ ἀλκιμώτ ερα , ὁκοῖον οἱ ταῦροι, αἱμορραγίῃ θνήσκουσι ὤκιστα. ἀλλὰ τόδε μὲν οὐ μέγα τὸ θώϋμα. θώϋμα δὲ μέγα τόδε. ἐπὶ γὰρ τῇ ἀπὸ πνεύμονος φορῇ μούνῃ χαλεπωτά τῃ ἐούσῃ οὐκ ἀπογιγνώσκουσι ἑωυτῶν οἱ ἄνθρωποι, κἢν ἐν τῷ ἐσχάτῳ ἔωσι. δοκέω δὲ ἔγωγε τὴν τοῦ πνεύμονος ἀπονίην αἰτίην ἔμμεναι· πόνος γὰρ κἢν σμικρὸς ἔῃ, θάνατον ὀρρωδέει· καὶ ἔστι ἐν τοῖσι πλείστοισι φοβερώτερος ἢ κακίων· ἀπονίη δὲ καὶ ἐν τοῖσι μεγάλοισι κακοῖσι, ἀφοβίη θανάτου, καὶ ἔστι κακίων ἢ φοβερωτέρη.
Κεφ. γ. περὶ Συγκοπῆς.