Kitap 1
5
ἢν δὲ ἐς ἄφεσιν ἀφικνέωνται τοῦ κακοῦ, οὖρα αὐτόματα, κοιλίης περίπλυσι ς· μετεξετ έροισι δὲ καὶ γονῆς ἀπόκρισις τῇ θλίψι καὶ πιέσι τῶν ἀγγείων, ἢ γαργαλισμῷ τοῦ πόνου, καὶ ὑγρασίης προκλήσι. γίγνονται γὰρ ἐν νεύροισι πόνοι καὶ τοῖσδε. στόμα δίυγρον, φλέγμα πολλὸν, παχὺ καὶ ψυχρὸν, καὶ εἰ ἕλκοις αὐτὸ, ἐπὶ μᾶλλον ἂν πλῆθος αὐτέου μηρύσαιο. ἢν δὲ χρόνῳ μακρῷ καὶ πόνῳ πολλῷ βρασθῇ μὲν τὰ ἔνδον τοῦ θώρηκος, πνεῦμα δὲ ἐγκατειρχθὲν τὰ πάντα σείσῃ, σπασμὸς δὲ καὶ τάραχος τῶν αὐτέων ἔῃ, κλύδων δὲ ὑγρῶν ἀναπλἔῃ ἐς τὰς διαπνοὰς, στόμα καὶ Ῥῖνα, σὺν ὑγρῷ δὲ τὸ πνεῦμα, ἄνεσις δὴ τῆς πρόσθεν πνίξιος ἁπάντων ἔοικε. ἀφρὸν δὲ ἀποπτύουσι ὥσπερ ἐπὶ τοῖσι μεγάλοισι πνεύμασι ἡ θάλασσα τὴν ἄχνην·Homer, Iliad. iv. 421, ετ σεθ. εὖτε καὶ ἐξανίστανται δῆθεν ὡς τελευτήσαν τος τοῦ κακοῦ· ἐπὶ δὲ τῇ ἀποπαύσι νωθροὶ τὰ μέλεα τὰ πρῶτα, καρηβαρικοὶ, διαλελυμένοι, πάρετοι , ὠχροὶ, δύσθυμοι, κατηφέες, καμάτῳ καὶ αἰσχύνῃ τοῦ δεινοῦ.
Κεφ. ς. περὶ Τετάνου.