48
φλεβῶν διασφύξιες καὶ ἀναπνοὴ πλεύμονος καθʼ ἡλικίην, καὶ σύμφωνα καὶ διάφωνα, καὶ νούσου καὶ ὑγιείης σημεῖα, καὶ ὑγιείης μᾶλλον ἢ νούσου καὶ νούσου μᾶλλον ἢ ὑγιείης· τροφὴ γὰρ καὶ πνεῦμα.
49
ὑγρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ξηρή· ξηρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ὑγρή· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος.
50
καὶ ὁκόσοι ταχείης προσθέσιος δέονται, ὑγρὸν ἴημα ἐς ἀνάληψιν δυνάμιος κράτιστον· ὁκόσοι δὲ ἔτι ταχυτέρης, διʼ ὀσφρήσιος. ὁκόσοι δὲ βραδυτέρης προσθέσιος δέονται, στερεὴ τροφή.
51
Μῦες στερεώτεροι δυσέκτηκτοι μᾶλλον τῶν ἄλλων, παρὲξ ὀστέου καὶ νεύρου· δυσμετάβλητα τὰ γεγυμνασμένα, κατὰ γένος αὐτὰ ἑωυτῶν ἰσχυρότερα ἐόντα, διὰ τοῦτο αὐτὰ ἑωυτῶν δυστηκτότερα.
52
πύον τὸ ἐκ σαρκός· πυῶδες τὸ ἐξ αἵματος καὶ ἐξ ἄλλης ὑγρασίης· πύον τροφὴ ἕλκεος· πυῶδες τροφὴ φλεβός, ἀρτηρίης.
53
μυελὸς τροφὴ ὀστέου, διὰ τοῦτο ἐπι πωροῦται.
54
δύναμις πάντα αὔξει καὶ τρέφει καὶ βλαστάνει.
55
Ὑγρασίη τροφῆς ὄχημα.