Thesauros Edebiyat medicine Περὶ τροφῆς

Περὶ τροφῆς

Περὶ τροφῆς Hippocrates
21 τροφὴ οὐ τροφή, ἢν μὴ δύνηται· μὴ τροφὴ τροφή, ἢν οἷόν τε ᾖ τρέφεσθαι. οὔνομα τροφή, ἔργον δὲ οὐχί· ἔργον τροφή, οὔνομα δὲ οὐχί.
22 ἐς τρίχας καὶ ἐς ὄνυχας καὶ ἐς τὴν ἐσχάτην ἐπιφανείην ἔνδοθεν ἀφικνεῖται· ἔξωθεν τροφὴ ἐκ τῆς ἐσχάτης ἐπιφανείης ἐνδοτάτω ἀφικνεῖται.
23 Σύρροια μία, σύμπνοια μία, συμπαθέα πάντα. κατὰ μὲν οὐλομελίην πάντα, κατὰ μέρος δὲ τὰ ἐν ἑκάστῳ μέρει μέρεα πρὸς τὸ ἔργον.
24 ἀρχὴ μεγάλη ἐς ἔσχατον μέρος ἀφικνεῖται· ἐξ ἐσχάτου μέρεος ἐς ἀρχὴν μεγάλην ἀφικνεῖται· μία φύσις εἶναι καὶ μὴ εἶναι.
25 νούσων δὲ διαφοραὶ ἐν τροφῇ, ἐν πνεύματι, ἐν θερμασίῃ, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ, ἐν χυμοῖσιν, ἐν σαρκί, ἐν πιμελῇ, ἐν φλεβί, ἐν ἀρτηρίῃ, ἐν νεύρῳ, μυί, ὑμένι, ὀστέῳ, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ, στόματι, γλώσσῃ, στομάχῳ, κοιλίῃ, ἐντέροισι, φρεσί, περιτοναίῳ, ἥπατι, σπληνί, νεφροῖς, κύστει, μήτρῃ, δέρματι. ταῦτα πάντα καὶ καθʼ ἓν καὶ κατὰ μέρος. μέγεθος αὐτῶν μέγα καὶ οὐ μέγα.
26 τεκμήρια, γαργαλισμός, ὀδύνη, ῥῆξις, γνώμη, ἱδρώς, οὔρων ὑπόστασις, ἡσυχίη, ῥιπτασμός, ὄψιος στάσιες, φαντασίαι, ἴκτερος, λυγμοί, ἐπιληψίη, αἷμα ὁλοσχερές, ὕπνος, καὶ ἐκ τούτων καὶ τῶν ἄλλων τῶν κατὰ φύσιν, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς βλάβην καὶ ἐς ὠφελίην ὁρμᾶ· πόνοι ὅλου καὶ μέρεος μεγέθους σημεῖα, τοῦ μὲν ἐς τὸ μᾶλλον, τοῦ δὲ ἐς τὸ ἧσσον, καὶ ἀπʼ ἀμφοτέρων ἐς τὸ μᾶλλον καὶ ἀπʼ ἀμφοτέρων ἐς τὸ ἧσσον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi