Thesauros Edebiyat medicine Περὶ ἑλκῶν

Περὶ ἑλκῶν

Περὶ ἑλκῶν Hippocrates
18 πρὸς δὲ τὰς νόμας· στυπτηρίὴ, ἥ τε αἰγυπτίη ὀπτὴ, καὶ ἡ μηλείη, πρότερον δὲ ἀπονιτρῶσαι ὀπτῷ καὶ ἀνασπογγίσαι. καὶ ἡ χαλκῖτις στυπτηρίη ὀπτή· ὀπτᾷν δὲ ἕως ἂν φλογοειδὴς γένηται.
19 τῶν παλαιῶν ἑλκέων τῶν ἐν τοῖσιν ἀντικνημίοισι γινομένων, αἱματώδεα δέ ποι γίνεται καὶ μέλανα· μελιλώτου ἄνθος τρίψας, μέλιτι φυρῶν, ἐπιπλάστῳ χρῆσθαι.
20 ἐπὶ νεῦρα δὲ διατμηθέντα ἐπιδεῖν μυῤῥίνης ἀγρίης ῥίζας κόψας καὶ διαττήσας, φυρήσας ἐλαίῳ. καὶ τὴν ποίην τὴν πεντάφυλλον, λευκὴ δέ ἐστι καὶ χνοώδης, καὶ ὑψηλοτέρη ἀπὸ τῆς γῆς ἢ τὸ μέλαν πεντάφυλλον, ταύτην τρίψας ἐν ἐλαίῳ ἐπιδεῖν, ἀπολύειν δὲ τριταῖον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi