Thesauros Edebiyat medicine Ἀφορισμοί

Ἀφορισμοί

Ἀφορισμοί Hippocrates
17 ὀφθαλμιῶντι, ὑπὸ διαῤῥοίης ληφθῆναι, ἀγαθόν.
18 κύστιν διακοπέντι, ἢ ἐγκέφαλον, ἢ καρδίην, ἢ φρένας, ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν, ἢ κοιλίην, ἢ ἧπαρ, θανατῶδες.
19 ἐπὴν διακοπῇ ὀστέον, ἢ χονδρὸς, ἢ νεῦρον, ἢ γνάθου τὸ λεπτὸν, ἢ ἀκροποσθίη, οὔτε αὔξεται, οὔτε ξυμφύεται.
20 ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη ἐκπυηθῆναι.
21 τοῖσι μαινομένοισι, κιρσῶν ἢ αἱμοῤῥοΐδων ἐπιγινομένων, μανίης λύσις.
22 ὁκόσα ῥήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει, φλεβοτομίη λύει.
23 ἢν φόβος ἢ δυσθυμίη πουλὺν χρόνον διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον.
24 ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.
25 ἐρυσίπελας, ἔξωθεν καταχεόμενον, ἔσω τρέπεσθαι οὐκ ἀγαθόν· ἔσωθεν δὲ ἔξω, ἀγαθόν.
26 Ὁκόσοισιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γενωνται, παρακοπὴ λύει.
27 ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ τέμνονται ἢ καίονται, ἐκρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου, πάντως ἀπόλλυνται.
28 εὐνοῦχοι οὐ ποδαγριῶσιν, οὐδὲ φαλακροὶ γίνονται.
29 γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ ἐκλίπῃ.
30 παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιασμοῦ.
31 ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη, ἢ λουτρὸν, ἢ πυρίη, ἢ φλεβοτομίη, ἢ φαρμακοποσίη λύει.
32 Τραυλοὶ ὑπὸ διαῤῥοίης μάλιστα ἁλίσκονται μακρῆς.
33 οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται.
34 ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γίνονται· ὁκόσοισι δὲ φαλακροῖσιν ἐοῦσιν κιρσοὶ γίνονται, πάλιν οὗτοι γίνονται δασέες.
35 τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγενομένη, κακόν.
36 Δυσουρίην φλεβοτομίη λύει, τάμνειν δὲ τὰς ἔσω.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi