71
Ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρῶτος τελευτῶσιν· ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι τελευτῶσιν.
72
οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεές εἰσιν.
1
ἐν τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγινομένη, μὴ γενομένη πρότερον, σημεῖον ἀγαθόν.
2
οἷσι ῥῖνες ὑγρότεραι φύσει, καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαίνουσι νοσηρότερον· οἷσι δὲ τἀναντία, ὑγιεινότερον.
3
ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακόν· καὶ ξὺν πυρετῷ, κάκιον.
4
τὰ περιμάδαρα ἕλκεα, κακοήθεα.
5
τῶν ὀδυνέων ἐν πλευρῇσι, καὶ ἐν στήθεσι, καὶ ἐν τοῖσιν ἄλλοισι μέρεσιν, ἢν μέγα διαφέρωσι, καταμαθητέον.
6
τὰ νεφριτικὰ, καὶ ὁκόσα κατὰ τὴν κύστιν, ἐργωδῶς ὑγιάζεται τοῖσι πρεσβύτῃσιν.
7
τὰ ἀλγήματα τὰ κατὰ τὴν κοιλίην γινόμενα, τὰ μὲν μετέωρα κουφότερα, τὰ δὲ μὴ μετέωρα, ἰσχυρότερα.
8
τοῖσιν ὑδρωπικοῖσι τὰ γινόμενα ἕλκεα ἐν τῷ σώματι, οὐ ῥηϊδίως ὑγιάζεται.
9
τὰ πλατέα ἐξανθήματα, οὐ πάνυ τι κνησμώδεα.
10
κεφαλὴν πονέοντι καὶ περιωδυνέοντι, πῦον, ἢ ὕδωρ, ἢ αἷμα ῥυὲν κατὰ τὰς ῥῖνας, ἢ κατὰ τὸ στόμα, ἢ κατὰ τὰ ὦτα, λύει τὸ νούσημα.
11
τοῖσι μελαγχολικοῖσι, καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγινόμεναι, ἀγαθόν.
12
τῷ ἰηθέντι χρονίας αἱμοῤῥοΐδας, ἢν μὴ μία φυλαχθῇ, κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν.
13
ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγενόμενοι λύουσι τὸν λυγμόν.
14
ὑπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κοιλίην ὕδατος ῥυέντος, λύσις.
15
ὑπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς ἀπὸ ταυτομάτου ἔμετος ἐπιγινόμενος λύει τὴν διάῤῥοιαν.
16
ὑπὸ πλευρίτιδος, ἢ ὑπὸ περιπλευμονίης ἐχομένῳ διάῤῥοια ἐπιγενομένη, κακόν.