60
Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ ῥινῶν ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νούσημα.
61
πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ἀφῇ ὁ πυρετὸς, ὑποτροπιάζειν εἴωθεν.
62
Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γένωνται.
63
Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι καθʼ ἡμέρην ῥίγεα γίνηται, καθʼ ἡμέρην οἱ πυρετοὶ λύονται.
64
Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ ἢ τῇ ἐνάτῃ ἢ τῇ ἑνδεκάτῃ ἢ τῇ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι ἐπιγίνονται, ἀγαθὸν, ἢν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν ᾖ· ἢν δὲ μὴ, οὐκ ἀγαθόν.
65
ἐν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ καρδιωγμὸς, κακόν.
66
ἐν τοῖσι πυρετοῖσι τοῖσιν ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ, κακόν.
67
ἐν τοῖσι πυρετοῖσιν οἱ ἐκ τῶν ὕπνων φόβοι, ἢ σπασμοὶ, κακόν.
68
ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον, κακόν· σπασμὸν γὰρ σημαίνει.
69
Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει· μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται, οἷσιν ἐξ ἀρχῆς, ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει.
70
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν, ἢ παρέσονται.
71
Ὁκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον ἴσχει τὸ οὖρον τῇ τετάρτῃ ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον.
72
Ὁκόσοισιν οὖρα διαφανέα λευκὰ, πονηρά· μάλιστα δὲ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται.