Thesauros Edebiyat medicine Περὶ ἀγμῶν

Περὶ ἀγμῶν

Περὶ ἀγμῶν Hippocrates
18 τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλω δέστερον ἐν τῇ ἰητρείῃ ἐστὶ, καὶ κατατάσιος μᾶλλον δεόμενον, καὶ ἢν μὴ ὀρθῶς τὰ ὀστέα τεθῇ, ἀδύνατον κρύψαι, φανερὸν γὰρ καὶ ἄσαρκον πᾶν ἐστιν· καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βραδύτερον δύναιντʼ ἂν, τουτέου κατεηγότος. ἢν δὲ τὸ ἔξω ὀστέον κατεηγῇ, πουλὺ μὲν εὐφορώτερον φέρουσι, πουλὺ δʼ εὐκρυπτότερον, καὶ ἢν μὴ καλῶς ξυντεθῇ, ἐπίσαρκον γάρ ἐστιν· ἐπὶ πόδας τε ταχέως ἵστανται, τὸ πλεῖστον γὰρ τοῦ ἄχθεος ὀχέει τὸ ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον. ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ κατὰ τὸ σκέλος, τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον· τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τὸ ὕπερθεν τοῦ σώματος, αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλεος, καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν· ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει, ἀλλʼ οὐχὶ τῇ ἔξωθεν· ἅμα δὲ, ὅτι παχύτερον τὸ ἔσω τοῦ ἐξωθεν, ὥσπερ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν λεπτότερον καὶ μακρότερον. ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου· ἀνομοίως γὰρ ὁ ἀγκὼν καὶ ἡ ἰγνύη κάμπτεται. διὰ οὖν ταύτας τὰς προφάσιας, τοῦ μὲν ἔξωθεν ὀστέου κατεηγότος, ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ δὲ ἔσωθεν κατεηγότος, βραδεῖαι αἱ ἐπιβάσιες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi