Kitap 3
8
η′.τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθος. τῇ πρώτῃ κοιλίη ταραχώδης χολώδεσι, λεπτοῖσι, πολλοῖσιν, οὖρα λεπτά, ὑπομέλανα, οὐχ ὕπνωσε, διψώδης. δευτέρῃ πάντα παρωξύνθη, διαχωρήματα πλείω, ἀκαιρότερα. οὐχ ὕπνωσε, τὰ τῆς γνώμης ταραχώδεα, σμικρὰ ὑφίδρωσε. τρίτῃ δυσφόρως, διψώδης, ἀσώδης, πολὺς βληστρισμός, ἀπορίη, παρέκρουσεν, ἄκρεα πελιδνὰ καὶ ψυχρά, ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων. τετάρτῃ οὐχ ὕπνωσεν· ἐπὶ τὸ χεῖρον. ἑβδόμῃ ἀπέθανεν, ἡλικίην περὶ ἔτεα εἴκοσιν.
9
θ′.ἡ παρὰ Τεισαμενοῦ γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. ἔμετοι πολλοί, ποτὸν κατέχειν οὐκ ἠδύνατο. πόνοι περὶ ὑποχόνδρια. καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην οἱ πόνοι. στρόφοι συνεχέες. οὐ διψώδης. ἐπεθερμαίνετο, ἄκρεα ψυχρὰ διὰ τέλεος. ἀσώδης, ἄγρυπνος. οὖρα ὀλίγα, λεπτά. διαχωρήματα ὠμά, λεπτὰ, ὀλίγα. ὠφελεῖν οὐκέτι ἠδύνατο, ἀπέθανεν.
10
ι′.γυναῖκα ἐξ ἀποφθορῆς νηπίου τῶν περὶ Παντιμίδην τῇ πρώτῃ πῦρ ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, ἀσώδης, ἄγρυπνος. κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι. δευτέρῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἀπὸ κοιλίης πολλά, οὐχ ὕπνωσε. τρίτῃ μείζους οἱ πόνοι. τετάρτῃ παρέκρουσεν· ἑβδόμῃ ἀπέθανε. κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν· οὖρα ὀλίγα λεπτά.