Kitap 3
6
ς′.τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. ἦν δὲ ἄδιψος διὰ τέλεος· γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει, οὖρα λεπτά, ὀλίγα, οὐκ εὔχρω. ἀρχομένου δὲ τοῦ πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ ἐοῦσα ἄπυρος οὐχ ἵδρωσεν· ἐκρίθη. τὸ δὲ περὶ τὴν ἕδρην σμικρὰ ἐξεπύησεν, ἐρράγη ἅμα κρίσει. μετὰ δὲ κρίσιν ἑβδομαίη ἐοῦσα ἐρρίγωσε, σμικρὰ ἐπεθερμάνθη, ἵδρωσεν. ὕστερον δὲ ἄκρεα ψυχρὰ αἰεί. περὶ δὲ δεκάτην μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει· ἔλεγον δὲ γευσαμένην βότρυος. διαλιποῦσα δὲ δωδεκάτῃ πάλιν πολλὰ παρελήρει, κοιλίη ἐπεταράχθη χολώδεσιν, ἀκρήτοισιν, ὀλίγοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίστατο. ἀφʼ ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανε ἑβδόμῃ. αὕτη ἀρχομένου τοῦ νοσήματος ἤλγει φάρυγγα, καὶ διὰ τέλεος ἔρευθος εἶχε, γαργαρεὼν ἀνεσπασμένος. ῥεύματα πολλά, σμικρά, δριμέα. ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον οὐδʼ ἐπεθύμησεν οὐδενός. ἄδιψος, οὐδʼ ἔπινεν οὐδὲν ἄξιον λόγου. σιγῶσα, οὐδὲν διελέγετο. δυσθυμίη, ἀνελπίστως ἑωυτῆς εἶχεν. ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες.
7
ζ′.ἡ κυναγχικὴ ἡ παρὰ Ἀριστίωνος, ᾗ πρῶτον ἤρξατο ἀσαφὴς φωνή. γλῶσσα ἐρυθ ρή, ἐπεξηράνθη. τῇ πρώτῃ φρικώδης, ἐπεθερμάνθη. τρίτῃ ῥῖγος, πυρετὸς ὀξύς, οἴδημα ὑπέρυθρον, σκληρὸν τραχήλου καὶ ἐπὶ στῆθος ἐξ ἀμφοτέρων, ἄκρεα ψυχρά, πελιδνά, πνεῦμα μετέωρον, ποτὸν διὰ ῥινῶν, καταπίνειν οὐκ ἠδύνατο, διαχωρήματα καὶ οὖρα ἐπέστη. τετάρτῃ πάντα παρωξύνθη. πέμπτῃ ἀπέθανε.