Thesauros Edebiyat medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Kitap 3

5 ε′.Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ πότου πῦρ ἔλαβεν. αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον, οὐκ ἐκοιμᾶτο, κοιλίη ταραχώδης λεπτοῖσιν, ὑποχολώδεσι. τρίτῃ πυρετὸς ὀξύς, κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω· μετʼ ὀλίγον δὲ ῥῖγος, σπασμοί, πάντα παρέκρουσε, νύκτα δυσφόρως. τετάρτῃ διʼ ἡσυχίης, σμικρὰ ἐκοιμήθη, παρέλεγε. πέμπτῃ ἐπιπόνως, πάντα παρωξύνθη, λῆρος, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε διʼ ὅλου, ἐκρίθη. τούτῳ διὰ τέλεος ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτά, οὐκ εὔχρω, ἐναιώρημα ἐπινέφελον ἔχοντα. περὶ ὀγδόην οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν ὀλίγην, κατενόει, ἄπυρος· διέλιπεν. ἐνάτῃ ὑπέστρεψε. περὶ δὲ τεσσαρεσκαιδεκάτην πυρετὸς ὀξύς. ἑκκαιδεκάτῃ ἤμεσε χολώδεα, ξανθά, ὑπόσυχνα. ἑπτακαιδεκάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσεν, ἄπυρος ἐκρίθη. οὖρα μετὰ ὑποστροφὴν καὶ κρίσιν εὔχρω, ὑπόστασιν ἔχοντα, οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο σμικρά, ὑπεδίψη, οὖρα λεπτά, ἐναιώρημα ἐπινέφελον, σμικρὰ παρέκρουσεν. ἐννεακαιδεκάτῃ ἄπυρος, τράχηλον ἐπωδύνως εἶχεν, οὔροισιν ὑπόστασις. τελέως ἐκρίθη εἰκοστῇ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi