Thesauros Edebiyat medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Kitap 3

11 ια′. ἐν Θάσῳ γυνὴ δυσάνιος ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην ἐγένετο ἄγρυπνός τε καὶ ἀπόσιτος καὶ διψώδης ἦν καὶ ἀσώδης. ᾤκει δὲ πλησίον τῶν Πυλάδου ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι πολλοί, δυσθυμίη, πυρέτιον λεπτόν. πρωὶ σπασμοὶ πολλοί· ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοί, παρέλεγεν, ᾐσχρομύθει· πολλοὶ πόνοι, μεγάλοι, συνεχέες. δευτέρῃ διὰ τῶν αὐτῶν, οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος. τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ καὶ πάλιν ἔγερσις· ἀνήϊσσε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλά, πυρετὸς ὀξύς, ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ διʼ ὅλου· ἄπυρος, ὕπνωσε, πάντα κατενόει, ἐκρίθη. περὶ δὲ τρίτην ἡμέρην οὖρα μέλανα λεπτά, ἐναιώρημα δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἱδρύετο, περὶ δὲ κρίσιν γυναικεῖα πολλὰ κατέβη.
12 ιβ′. ἐν Λαρίσῃ παρθένον πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρή· οὖρα εὔχρω μέν, λεπτὰ δέ. δευτέρῃ ἐπιπόνως, οὐχ ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχλοα, καὶ τὰς ἑπομένας ᾔει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε λεπτὸν ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἱδρύετο, παρέκρουσεν ἐς νύκτα. ἕκτῃ διὰ ῥινῶν λάβρον ἐρρύη πολύ· φρίξασα ἵδρωσε πολλῷ θερμῷ διʼ ὅλου· ἄπυρος· ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη πρῶτον τότε· παρθένος γὰρ ἦν. ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων ὀδύνη· καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλʼ ἐκρίθη. οἱ πόνοι ἐν ἀρτίῃσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi