Kitap 3
5
πολλὴ δὲ ταραχή τισι καὶ τὰ περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώσσης, καὶ τὰ παρʼ ὀδόντας ἀποστήματα. φωναί τε πολλοῖσιν ἐπεσήμαινον κακούμεναι καὶ κατίλλουσαι, πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν.