Thesauros Edebiyat medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Kitap 3

2 ἔτος νότιον ἔπομβρον· ἄπνοια διὰ τέλεος· αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά. φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα. χειμὼν νότιος, ὑγρός, μαλθακὸς μετὰ ἡλίου τροπάς· ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες, καὶ ἤδη περὶ ἰσημερίην βόρεια, χιονώδεα, οὐ πολὺν χρόνον. ἦρ πάλιν νότιον, ἄπνοον· ὕδατα πολλὰ διὰ τέλεος μέχρι κυνός. θέρος αἴθριον, θερμόν, πνίγεα μεγάλα· ἐτησίαι σμικρὰ διεσπασμένως ἔπνευσαν· πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πολλά.
2 γενομένου δὲ τοῦ ἔτεος νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ κατὰ μὲν χειμῶνα διῆγον ὑγιηρῶς πλὴν τῶν φθινωδέων, περὶ ὧν γεγράψεται.
3 πρωὶ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν ἐρυσιπέλατα πολλά, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δʼ οὔ, κακοήθεα· πολλοὺς ἔκτεινε, πολλοὶ φάρυγγας ἐπόνησαν· φωναὶ κακούμεναι, καῦσοι, φρενιτικοί, στόματα ἀφθώδεα, αἰδοίοισι φύματα, ὀφθαλμίαι, ἄνθρακες, κοιλίαι ταραχώδεες, ἀπόσιτοι, διψώδεες οἱ μέν, οἱ δʼ οὔ, οὖρα ταραχώδεα, πολλά, κακά, κωματώδεες ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνοι, ἀκρισίαι πολλαί, δύσκριτα, ὕδρωπες, φθινώδεες πολλοί. τὰ μὲν ἐπιδημήσαντα νοσήματα ταῦτα. ἑκάστου δὲ τῶν ὑπογεγραμμένων εἰδέων ἦσαν οἱ κάμνοντες καὶ ἔθνῃσκον πολλοί. συνέπιπτε δʼ ἐφʼ ἑκάστοισι τούτων ὧδε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi