Kitap 1
6
σ′. Κλεανακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως· ἤλγει δὲ κεφαλὴν ἐξ ἀρχῆς καὶ πλευρὸν ἀριστερόν, καὶ τῶν ἄλλων πόνοι κοπιώδεα τρόπον· οἱ πυρετοὶ παροξυνόμενοι ἄλλοτʼ ἀλλοίως, ἀτάκτως· ἱδρῶτες ὅτε μέν, ὅτε δʼ οὔ· τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοις μάλιστα. περὶ δὲ εἰκοστὴν τετάρτην χεῖρας ἄκρας ἐπόνησεν, ἤμεσε χολώδεα ξανθά, ὑπόσυχνα, μετʼ ὀλίγον δὲ ἰώδεα· πάντων ἐκουφίσθη. περὶ δὲ τριακοστὴν ἐόντι ἤρξατο ἀπὸ ῥινῶν αἱμορραγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατʼ ὀλίγον μέχρι κρίσιος· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδʼ ἄγρυπνος· οὖρα δὲ λεπτά, οὐκ ἄχρω. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα ὑπόστασιν πολλὴν ἐρυθρὴν ἔχοντα· ἐκουφίσθη. μετὰ δὲ ποικίλως τὰ τῶν οὔρων· ὅτε μὲν ὑπόστασιν εἶχεν, ὅτε δʼ οὔ. ἑξηκοστῇ οὔροισιν ὑπόστασις πολλὴ καὶ λευκὴ καὶ λείη, συνέδωκε πάντα, πυρετοὶ διελιπον, οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχρω δέ. ἑβδομηκοστῇ πυρετός, διέλειπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ ἐρρίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν· ἵδρωσεν πολλῷ· οὔροισιν ὑπόστασις ἐρυθρή, λείη. τελέως ἐκρίθη.