21
ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι, καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ ξυντήξιος αὐτέοισιν, ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ ἀντισπάσαι· ἢν δὲ μὴ, ὁ χυλὸς τῶν σητανίων πυρῶν παχὺς, ψυχρὸς, καὶ τὸ φάκινον ἔτνος, καὶ ἄρτοι ἐγκρυφίαι, καὶ ἰχθύες πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δὲ ἐόντι ὀπτοὶ, καὶ οἶνος μέλας ἀπυρέτῳ· ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων ἢ μύρτων ἢ μήλων ἢ οὔων, ἢ φοινικοβαλάνων, ἢ οἰνάνθης ἀμπελικῆς. ἢν δὲ πυρετὸς μὴ ἔχη, καὶ στρόφοι ἔωσι, γάλα ὄνειον θερμὸν ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς πλεῖον, καὶ λίνου σπέρμα, καὶ πύρινα ἄλφιτα, καὶ τῶν αἰγυπτίων κυάμων ἐξελὼν τὰ πικρὰ, καταλέσας, ἐπιπάσσων πινέτω· καὶ ὠὰ ἡμιπαγέα ἐσθιέτω ὀπτὰ, καὶ σεμίδαλιν, καὶ κέγχρον, καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι, ἑφθὰ ψυχρὰ ἐσθίειν, καὶ τὰ τούτοισιν ὅμοια καὶ ποτὰ καὶ ἐδέσματα προσφερέσθω.
22
τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρέειν καὶ φυλάσσειν ἐν τοῖσι μακροῖσιν ἀῤῥωστήμασι καὶ τὰς ἐπιτάσιας τῶν πυρετῶν καὶ τὰς ἀνέσιας, ὥστε τοὺς καιροὺς διαπεφυλάχθαι ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν, καὶ ἀσφαλέως ὁκότε δεῖ προσενεγκεῖν, εἰδέναι· ἔστι δὲ ὅταν πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσιος.