17
εἴποι ἄν τις· ἀλλʼ οἱ πυρεταίνοντες τοῖσι καύσοισί τε καὶ περιπνευμονίῃσι καὶ ἄλλοισι ἰσχυροῖσι νοσήμασι οὐ ταχέως ἐκ τῆς θέρμης ἀπαλλάσσονται, οὐδὲ πάρεστιν ἐνταῦθα ἔτι τὸ θερμὸν ἢ τὸ ψυχρόν. ἐγὼ δέ μοι τοῦτο μέγιστον τεκμήριον ἡγεῦμαι εἶναι, ὅτι οὐ διὰ τὸ θερμὸν ἁπλῶς πυρεταίνουσιν οἱ ἄνθρωποι, οὐδὲ τοῦτο εἴη τὸ αἴτιον τῆς κακώσιος μοῦνον, ἀλλʼ ἔστι καὶ πικρὸν καὶ θερμὸν τὸ αὐτό, καὶ ὀξὺ καὶ θερμόν, καὶ ἁλμυρὸν καὶ θερμόν, καὶ ἄλλα μυρία, καὶ πάλιν γε ψυχρὸν μετὰ δυναμίων ἑτέρων. τὰ μὲν οὖν λυμαινόμενα ταῦτʼ ἐστί· συμπάρεστι δὲ καὶ τὸ θερμόν, ῥώμης μὲν ἔχον ὅσον τὸ ἡγεύμενον καὶ παροξυνόμενον καὶ αὐξόμενον ἅμα ἐκείνῳ, δύναμιν δὲ οὐδεμίαν πλείω τῆς προσηκούσης.