Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 3

15 ἅπαντʼ οὖν ταῦτα καὶ ἀλλήλοις ὁμολογεῖ καὶ τοῖς ἔμπροσθεν ἀποδεδειγμένοις ἱκανῶς μαρτυρεῖ καὶ οὐ χρὴ μηκύνειν ἔτι τὸν λόγον· ἐκ γὰρ τῶν εἰρημένων ἔνεστιν ἑκάστῳ τὰ κατὰ μέρος ἅπαντα καθʼ ὅντινα γίγνεται τρόπον ἐξευρίσκειν ἑτοίμως, ὥσπερ καὶ διὰ τί πολλοῖς κωθωνιζομένοις πάμπολυ τάχιστα μὲν ἀναδίδοται τὸ ποθέν, οὐρεῖται δʼ ὀλίγου δεῖν ἅπαν ἐντὸς οὐ πολλοῦ χρόνου. καὶ γὰρ κἀνταῦθα τῇ τε τῆς ποιότητος οἰκειότητι καὶ τῇ τῆς ὑγρότητος λεπτότητι καὶ τῇ τῶν ἀγγείων τε καὶ τῶν κατʼ αὐτὰ στομάτων εὐρύτητι καὶ τῇ τῆς ἑλκτικῆς δυνάμεως εὐρωστίᾳ τὸ τάχος συντελεῖται τῆς ἀναδόσεως, τῶν μὲν πλησίον τῆς κοιλίας τεταγμένων μορίων οἰκειότητι ποιότητος ἑαυτῶν ἕνεκα ἑλκόντων τὸ πόμα, τῶν δʼ ἑξῆς τούτοις ἐξαρπαζόντων καὶ αὐτῶν εἰς ἑαυτὰ κἄπειτα τῶν ἐφεξῆς πάλιν ἐκ τούτων μεταλαμβανόντων, ἄχρις ἂν εἰς τὴν κοίλην ἀφίκηται φλέβα, τοὐντεῦθεν δʼ ἤδη τῶν νεφρῶν τὸ οἰκεῖον ἐπισπωμένων. ὥστʼ οὐδὲν θαυμαστὸν οἶνον μὲν ὕδατος ἀναλαμβάνεσθαι θᾶττον οἰκειότητι ποιότητος, αὐτὸν δὲ τὸν οἶνον τὸν μὲν λευκὸν καὶ καθαρὸν ἑτοίμως ἀναδίδοσθαι διὰ λεπτότητα, τὸν δʼ αὖ μέλανα καὶ θολερὸν ἴσχεσθαί τε κατὰ τὴν ὁδὸν καὶ βραδύνειν ὑπὸ πάχους.
15 εἴη δʼ ἂν ταῦτα καὶ τῶν ὑπὲρ τῶν ἀρτηριῶν ἔμπροσθεν εἰρημένων οὐ σμικρὰ μαρτύρια. πανταχοῦ γὰρ ὅσον οἰκεῖόν τε καὶ λεπτὸν αἷμα τοῦ μὴ τοιούτου Ῥᾷον ἕπεται τοῖς ἕλκουσιν. ἀτμὸν οὖν ἕλκουσαι καὶ πνεῦμα καὶ λεπτὸν αἷμα κατὰ τὰς διαστάσεις αἱ ἀρτηρίαι τῶν κατὰ τὴν κοιλίαν καὶ τὰ ἔντερα περιεχομένων χυμῶν ἢ οὐδʼ ὅλως ἢ παντάπασιν ἐπισπῶνται βραχύ.
← Önceki 60 / 60

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi