Kitap 3
15
ὁ γὰρ δὴ τρόπος τῆς θρέψεως αὐτῶν τοιόσδε τίς ἐστι. τοῦ συνεχοῦς ἑαυτῷ σώματος, οἷόνπερ τὸ ἁπλοῦν ἀγγεῖον Ἐρασίστρατος ὑποτίθεται, τὰ μὲν ἐπιπολῆς μέρη πρῶτα τῆς ὁμιλούσης ἀπολαύει τροφῆς· ἐκ δὲ τούτων αὖ μεταλαμβάνει κατὰ τὸ συνεχὲς ἕλκοντα τὰ τούτων ἑξῆς, εἶτʼ ἐξ ἐκείνων αὖθις ἕτερα καὶ τοῦτʼ οὐ παύεται γιγνόμενον, ἄχρις ἂν εἰς ἅπαντʼ αὐτοῦ διαδοθῇ τὰ μόρια τῆς τρεφούσης οὐσίας ἡ ποιότης. ὅσα δὲ τῶν μορίων ἐπὶ πλέον ἀλλοιουμένου δεῖται τοῦ μέλλοντος αὐτὰ θρέψειν χυμοῦ, τούτοις ὥσπερ τι ταμιεῖον ἡ φύσις παρεσκεύασεν ἤτοι κοιλίας ἢ σήραγγας ἤ τι ταῖς σήραγξιν ἀνάλογον. αἱ μὲν γὰρ σάρκες αἵ τε τῶν σπλάγχνων ἁπάντων αἵ τε τῶν μυῶν ἐξ αἵματος αὐτοῦ τρέφονται βραχεῖαν ἀλλοίωσιν δεξαμένου. τὰ δʼ ὀστᾶ παμπόλλης ἐν τῷ μεταξὺ δεῖται τῆς μεταβολῆς, ἵνα τραφῇ, καὶ ἔστιν οἷόνπερ τὸ αἷμα ταῖς σαρξί, τοιοῦτος ὁ μυελὸς τοῖς ὀστοῖς ἐν μὲν τοῖς μικροῖς τε καὶ ἀκοιλίοις κατὰ τὰς σήραγγας αὐτῶν διεσπαρμένος, ἐν δὲ τοῖς μείζοσί τε καὶ κοιλίας ἔχουσιν ἐν ἐκείναις ἠθροισμένος.